Honorific decree for Dionysios, son of Menippos, of Gambrion. Stele of white marble.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — late 4th c. BC
| vacat 0,03 | |
| [ἔ]δοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Νεί̣λ̣[ων] | |
| Ἀ̣ντιδότου εἶπεν· ἐπειδὴ Διονύσιος | |
| Μενίππου Γαμβρειώτης ἔν τε τοῖς | |
| πρότερον χρόνοις εὔνους καὶ πρόθυμος | |
| 5 | ὢν διετέλει τῶι δήμωι καὶ νῦν τὴν |
| αὐτὴν εὔνοιαν διαφυλάσσει πρὸς τὸν | |
| δῆμον τὸν Σαμίων, δεδόχθαι τῆι | |
| βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν | |
| Διονύσιον Μενίππου Γαμβρειώτην | |
| 10 | προθυμίας ἕνεκε καὶ εὐνοίας ἣν ἔχων |
| διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων, κα[ὶ] | |
| εἶναι αὐτὸν εὐεργέτην καὶ πρόξενον | |
| τοῦ δήμου τοῦ Σαμίων, δεδόσθαι δ’ αὐτῶι | |
| καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίηι καὶ ἐπι- | |
| 15 | κληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν |
| καὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι | |
| καθότι καὶ τοὺς ἄλλους Σαμίους, παρέχειν | |
| δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴν καὶ | |
| τὸν δῆμον, ἐάν του δέηται, πρώτωι μετ[ὰ] | |
| 20 | τὰ ἱερὰ καὶ τὰ βασιλικά, εἶναι δὲ αὐτῶι καὶ |
| εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπονδε[ὶ] | |
| καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι, ἐπιμελεῖσθα[ι] | |
| δὲ ἀεὶ τοὺς ἐνεστηκότας ἄρχοντας | |
| ὅπως μηθὲν ἀδικῆται, ταῦτα δ’ εἶναι καὶ | |
| 25 | αὐτῶι καὶ ἐκγόνοις, ἀναγράψαι δὲ τόδε τὸ |
| ψήφισμα εἰς στήλην λιθίνην καὶ ἀνα- | |
| θεῖναι εἰς τὸ ἱερὸν τῆς Ἥρας, τῆς δὲ ἐπι- | |
| κληρώσεως καὶ τῆς ἀναγραφῆς ἐπι- | |
| μεληθῆναι τὸγ γραμματέα τῆς βουλῆς. | |
| vacat 0,19 |