Honorific decree for Nikomenes, son of Menesthes, of Rhodes. Stele of white marble.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — late 4th c. BC — MDAI(A) 72 (1957) 196, 29
See also:
1 | [ἔδοξε]ν̣ τῆι βουλῆι καὶ τῶι δήμωι, Ἄσιος Ἀρήτου εἶπεν· |
[ἐπειδ]ὴ Νικομένης Μενεσθέως Ῥόδιος εὔνους ὢν καὶ | |
[πρό]θυμος διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων ἀεὶ | |
[ἀ]γ̣αθόν τι καὶ λέγων καὶ πράσσων, καὶ κοινῆι καὶ ἰδίαι | |
5 | τοῖς παραγινομένοις εἰς Ῥόδον χρήσιμον ἑαυτὸν vac. |
παρέχεται ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι | |
δήμωι· ἐπαινέσαι μὲν Νικομένην ἀρετῆς ἕνεκε καὶ | |
εὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν vac. | |
Σαμίων, καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆς | |
10 | πόλεως, δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ vac. |
[ὁ]μοίαι καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν | |
[κ]αὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς | |
ἄλλους Σαμίους, ὑπάρχειν δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ | |
τὴμ βουλὴν καὶ τὸν δῆμον, ἐάν του δέηται, πρώτ[ωι] | |
15 | μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκπ̣[λουν] |
ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐ[ν εἰρήνηι], | |
ταῦτα δὲ ὑπάρχειν καὶ αὐτῶι καὶ ἐκγό[νοις, τὸ δὲ] | |
ψήφισμα τόδε ἀναγράψαι εἰς στήλ[ην λιθίνην καὶ] | |
[σ]τῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρα̣[ς, τῆς δὲ ἐπικληρώσεως καὶ] | |
20 | τῆς ἀναγραφῆς ἐπιμε̣[ληθῆναι τὸγ γραμματέα] |
τῆς βουλῆς. vacat |