Honorific decree for Nikomenes, son of Menesthes, of Rhodes.  Stele of white marble.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — late 4th c. BC — MDAI(A) 72 (1957) 196, 29
See also:
1 [ἔδοξε]ν̣ τῆι βουλῆι καὶ τῶι δήμωι, Ἄσιος Ἀρήτου εἶπεν·
[ἐπειδ]ὴ Νικομένης Μενεσθέως Ῥόδιος εὔνους ὢν καὶ
[πρό]θυμος διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων ἀεὶ
[ἀ]γ̣αθόν τι καὶ λέγων καὶ πράσσων, καὶ κοινῆι καὶ ἰδίαι
5 τοῖς παραγινομένοις εἰς Ῥόδον χρήσιμον ἑαυτὸν vac.
παρέχεται ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι
δήμωι· ἐπαινέσαι μὲν Νικομένην ἀρετῆς ἕνεκε καὶ
εὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν vac.
Σαμίων, καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆς
10 πόλεως, δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ vac.
[O(]MOI/AI KAI\ E)PIKLHRW=SAI AU)TO\N E)PI\ FULH\N KAI\ XILIASTU\N
[κ]αὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς
ἄλλους Σαμίους, ὑπάρχειν δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ
τὴμ βουλὴν καὶ τὸν δῆμον, ἐάν του δέηται, πρώτ[ωι]
15 μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκπ̣[λουν]
ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐ[ν εἰρήνηι],
ταῦτα δὲ ὑπάρχειν καὶ αὐτῶι καὶ ἐκγό[νοις, τὸ δὲ]
ψήφισμα τόδε ἀναγράψαι εἰς στήλ[ην λιθίνην καὶ]
[σ]τῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρα̣[ς, τῆς δὲ ἐπικληρώσεως καὶ]
20 τῆς ἀναγραφῆς ἐπιμε̣[ληθῆναι τὸγ γραμματέα]
τῆς βουλῆς.  vacat
Search Help
Contact Us