Honorific decree for Polos, son of Sosigenes, of Aigina.  Stele of white marble; relief panel.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — shortly after 306 BC — MDAI(A) 44 (1919) 16, 7 — SEG 1.362
See also:
spatium a. 0,09, in quo anaglyphum
Πώλωι Σωσιγένους Αἰγινήτηι·
           vacat 0,022
2 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Δημά-
ρ̣ετος Δημέου εἶπεν· ἐπειδὴ Πῶλος vac.
Σωσιγένους Αἰγινήτης ἔν τε τοῖς πρότε-
5 ρον χρόνοις εὔνους καὶ πρόθυμος ὢν διε-
τέλει περὶ τὴμ πόλιν καὶ νῦν τοῦ δήμου ψη-
φισαμένου ἄγειν ἡμᾶς ἐπὶ τοῖς εὐαγγελίοις
Ἀντιγόνεια καὶ Δημητρίεια καὶ τῶμ πρεσβευ-
τῶμ παραγενομένωμ πρὸς αὐτὸν μισθῶν τε
10 ἐλασσόνων συνεχώρησεν ὑποκρινεῖσθαι τῶι
δήμωι καὶ τὰ μὲν ἐκ τοῦ θεάτρου γενόμενα
ἐκομίσατο, τὸ δὲ λοιπὸν ἐπέσχηκε τῆι πόλει
καθότι ὁ δῆμος ἠξίωσεν αὐτόν, δεδόχθαι τῆ-
[ι] βουλῆι καὶ τῶι δήμωι· ἐπηινῆσθαι μὲν Πῶλον
15 ἀρετῆς ἕνεκε καὶ προθυμίας ἣμ παρέσχηται τ-
ῶι δήμωι, καὶ εἶναι αὐτῶι τῆς αὐτῆς ἐπιμελεία-
ς τυγχάνειμ παρὰ τοῦ δήμου, δεδόσθαι δὲ αὐτῶι
καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ ἐπικληρῶσα-
ι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺ-
20 ν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς ἄλλου-
ς Σαμίους, εἶναι δὲ αὐτὸν καὶ πρόξενον τοῦ
δήμου, εἶναι δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκπλου-
[ν] καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπον-
δεί, ὑπάρχειν δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴγ
25 [κ]α̣ὶ τὸν δῆμον, ἄν του δέηται, πρώτωι μετὰ τὰ ἱερὰ κα-
[ὶ τ]ὰ βασιλικά, δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τ-
ο̣ῖς ἀγῶσιν οἷς ἂν ἡ πόλις ἄγηι πᾶσιν, εἶναι δὲ ταῦτα̣
καὶ αὐτῶι καὶ ἐκγόνοις, στεφανῶσαι δὲ Πῶλον θαλλ-
οῦ στεφάνωι Διονυσίων τραγωιδοῖς, τῆς δὲ ἀναγ-
30 γελίας ἐπιμεληθῆναι τὸν ἀγωνοθέτην μετὰ τ-
οῦ δημιουργοῦ, τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς
στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρ-
ας, τῆς δὲ ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐ-
πιμεληθῆναι τὸγ γραμματέα τῆς βουλῆς·  vac.
35 ἔλαχε φυλὴν Χησιεῖς, χιλιαστὺς Οἴνωπες,
γένος καὶ ἑκατοστὺς Ἑλανδρίδαι.
                      vacat 0,155
Search Help
Contact Us