Honorific decree for Naosinikos, son of Philoxenos, of Sestos. Two joining fragments of a stele of white marble.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — shortly after 322 BC — MDAI(A) 72 (1957) 164, 2
See also:
1 | [ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι], |
[․․]ησίλ[εω]ς εἶπεν· ἐπειδὴ vacat | |
[Ν]αοσίνικος Φιλοξένου Σήστιος | |
χρήσιμος τοῖς ἐντυγχάνουσι | |
5 | τῶν πολιτῶν ἐγίνετο καὶ ἐν τῶι πρό̣- |
σθεν χρόνωι πολλὴν εὄνοιαν καὶ | |
προθυμίαν ἀεὶ παρεχόμενος δια- | |
τελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων | |
χρήσ̣ι̣[μός τε γε]γένηται περὶ τὸμ π- | |
10 | [όλεμον τὸμ] πρὸς τοὺς κληρού- |
[χους, καὶ εἰς] Ἄναια παρέσχετο | |
[— — — — ἡ]μιολίαν καὶ τριηκόν- | |
[τερον, ὥστε] διαπλεο͂σαι τοὺς πο- | |
[λίτας εἰς τὴ]ν νῆσον, δεδόχθαι | |
15 | [τῆι βουλῆι κα]ὶ τῶι δήμωι· δεδόσθαι |
[Ναοσινίκ]ω̣ι Φιλοξένου Σηστί- | |
[ωι πολιτ]είαν ἐπ’ ἴσηι καὶ ὁμοίαι | |
[αὀτῶι κ]αὶ ἐκγόνοις καὶ ἐπικληρῶ- | |
[σαι αὀ]τὸν ἐπὶ φυλὴν καὶ χιλια- | |
20 | [σ]τὺν καὶ ἑκατοστὺν καὶ γένος |
καὶ ἀναγράψαι αὀτὸν καθάπερ καὶ τ- | |
οὺς ἄλ<λ>ους Σαμίους, τῆς δὲ ἀναγρα- | |
φῆς ἐπιμεληθῆναι τοὺς πέντε | |
τοὺς ἡιρημένους, ἀναγράψαι δὲ | |
25 | τόδε τὸ ψήφισμα εἰστήλην λιθίνην |
καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρης. | |
vacat 0,445 |