Honorific decree for Naosinikos, son of Philoxenos, of Sestos.  Two joining fragments of a stele of white marble.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — shortly after 322 BC — MDAI(A) 72 (1957) 164, 2
See also:
1 [ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι],
[․․]ησίλ[εω]ς εἶπεν· ἐπειδὴ vacat
[Ν]αοσίνικος Φιλοξένου Σήστιος
χρήσιμος τοῖς ἐντυγχάνουσι
5 τῶν πολιτῶν ἐγίνετο καὶ ἐν τῶι πρό̣-
σθεν χρόνωι πολλὴν εὄνοιαν καὶ
προθυμίαν ἀεὶ παρεχόμενος δια-
τελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων
χρήσ̣ι̣[μός τε γε]γένηται περὶ τὸμ π-
10 [όλεμον τὸμ] πρὸς τοὺς κληρού-
[χους, καὶ εἰς] Ἄναια παρέσχετο
[— — — — ἡ]μιολίαν καὶ τριηκόν-
[τερον, ὥστε] διαπλεο͂σαι τοὺς πο-
[λίτας εἰς τὴ]ν νῆσον, δεδόχθαι
15 [τῆι βουλῆι κα]ὶ τῶι δήμωι· δεδόσθαι
[Ναοσινίκ]ω̣ι Φιλοξένου Σηστί-
[ωι πολιτ]είαν ἐπ’ ἴσηι καὶ ὁμοίαι
[αὀτῶι κ]αὶ ἐκγόνοις καὶ ἐπικληρῶ-
[σαι αὀ]τὸν ἐπὶ φυλὴν καὶ χιλια-
20 [σ]τὺν καὶ ἑκατοστὺν καὶ γένος
καὶ ἀναγράψαι αὀτὸν καθάπερ καὶ τ-
οὺς ἄλ<λ>ους Σαμίους, τῆς δὲ ἀναγρα-
φῆς ἐπιμεληθῆναι τοὺς πέντε
τοὺς ἡιρημένους, ἀναγράψαι δὲ
25 τόδε τὸ ψήφισμα εἰστήλην λιθίνην
καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρης.
          vacat 0,445
Search Help