Honorific decree for Diokles, son of Anaxagoras, of Gela.  Marble stele.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — late 4th c. BC — BullInstCorr (1866) 207-208 — C. Michel, Recueil (1900) 368
See also:
1 [ἐ]πὶ δημιοργῶν Χαριδήμου καὶ Ὀρ-
χαμενίου, μηνὸς Πελυσιῶνος
τετράδι, ἔδοξε τῆι βουλῆι καὶ τῶι
δήμωι, γνώμη πρυτάνεων· ἐπειδὴ
5 Διοκλῆς Ἀναξαγόρου Γελῶιος ἔν
τε τῆι φυγῆι εὔνους καὶ πρόθυμος ὢν
διετέλει τῶι δήμωι καὶ χρήσιμος
ὢν ἰδίαι τοῖς ἐντυγχάνουσι τῶν π[ο]-
λιτῶν καὶ κοινῆι πᾶσι, κατεληλυθό-
10 των ἡμῶν εἰς τὴν πόλιν τὴν αὐτ<ὴ>ν
εὔνοιαν διαφυλάσσων, δεδόχθαι τῆι
βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι Διοκλῆ-
ν προθυμίας ἕνεκεν καὶ εὐνοίας ἣν ἔ̣-
χει περὶ Σαμίους, καὶ ἀναγράψαι αὐτὸν
15 πρόξενον τοῦ δήμου, δεδόσθαι δὲ αὐ-
τῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ αὐ-
τῶι καὶ ἐγγόνοις καὶ ἐπικληρῶσαι αὐτὸν̣
ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺν
καὶ γένος καὶ ἀναγράψαι αὐτὸν καθότι
20 καὶ τοὺς ἄλλους Σαμίους, τὸ δὲ ψήφισ-
μα τόδε ἀναγράψαι εἰς στήλην λιθίνην
καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας, τῆς δ[ὲ]
ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐπ[ι]-
μεληθῆναι τοὺς πρυτάνεις καὶ τὸν
25 γραμματέα τῆς βουλῆς, τὸν δὲ ταμία̣[ν]
εἰς τὸ ἀνάλωμα ὑπηρετῆσαι.
                          vacat
Search Help