Honorific decree for Hipparchos, son of Heniochos, of Kyrene. Two joining fragments of a stele of white marble.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — 306-301 BC — SEG 1.358 (b) — MDAI(A) 72 (1957) 188, 22
See also:
vacat 0,135 | |
[ἔδοξε τῆι βουλῆι καὶ τῶι δ]ήμωι, Ἀσπάσιος Θευπρόπου εἶπεν· ἐπε̣[ι]- | |
[δὴ Ἵππαρχος Ἡνιόχου Κυ]ρηναῖος ἔν τε τοῖς πρότερογ χρόν[οις] | |
[εὔνους καὶ πρόθυμος ὢ]ν διετέλει καὶ κοινῆι τῶι δήμωι κ[αὶ ἰδί]- | |
[αι τοῖς ἐντυγχάνουσιν τῶ]μ [πο]λιτῶν χρήσ̣[ι]μ̣ος, καὶ κα[τελη]- | |
5 | [λυθότων ἡμῶ]ν̣ ε̣[ἰς τὴ]μ π̣όλιν διατρίβων π̣αρ̣ὰ̣ [τῶ]ι βασ[ιλεῖ Ἀντι]- |
[γόνωι τὴν αὐτ]ὴν εὔνοιαν διαφυλάσσει τῶι δήμωι, νῦν̣ [τε τετα]- | |
[γμένο]ς ἐγ Καρίαι φιλοτιμίας οὐθὲν ἐλλείπει καὶ κοινῆι τὸν | |
[δῆμ]ον εὐεργετῶν καὶ τοῖς ἀφικνουμένοις τῶμ πολιτῶν ἰδίαι | |
χρείας παρεχόμενος, καὶ τῶν στρατευομένων παρ’ αὐτῶι πολ- | |
10 | λὴν πρόνοιαν ποεῖται καὶ χρείαν παρέχεται, ὧν ἂν ἕκαστοι τυγχά- |
νωσι δεόμενοι, διαφυλάσσωμ μὲν τὴν εὔνοιαν, ἐνδεικνύμε- | |
νος δὲ τὴν αὑτοῦ πρὸς τὸν δῆμον προθυμίαν, δεδόχθαι τῆι [βου]- | |
λῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι μὲν Ἵππαρχον Ἡνιόχου προθυμ[ίας] | |
ἕνεκε καὶ εὐνοίας ἧς ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Σ[αμί]- | |
15 | ων, καὶ εἶναι αὐτὸν πρόξενον τοῦ δήμου, δεδόσθαι δὲ αὐτ[ῶι καὶ] |
πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ αὐτῶι καὶ ἐγγόνοις καὶ ἐπικλ[ηρῶ]- | |
σαι αὐτὸν ἐπὶ φυλὴγ καὶ χιλιαστὺν καὶ ἑκατοστὺν καὶ γένο[ς] | |
καὶ ἀναγράψαι καθότι καὶ τοὺς ἄλλους Σαμίους, ὑπάρχειν δ[ὲ αὐ]- | |
τῶι καὶ ἔφοδομ ἐπ’ βουλὴν καὶ δῆμον, ἐάν του δέηται, πρώτωι μ[ετὰ] | |
20 | τὰ ἱερὰ καὶ τὰ βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσ[πον]- |
δεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι, ἀναγράψαι δὲ τόδε τὸ ψήφισμ[α] | |
εἰς στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας, ὅπως ἅπ̣[αν]- | |
τες εἰδῶσιν οἱ προαιρούμενοι τὴμ πόλιν εὐεργετεῖν, ὅτι χάριτα[ς] | |
ὁ δῆμος ἐπίσταται τοῖς εὖ ποιήσασιν αὐτὸν ἀποδιδόναι, τῆς δὲ | |
25 | ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐπιμεληθῆναι τὸγ γρα[μμα]- |
τέα τῆς βουλῆς. | |
vacat 0,37 |