Honorific decree for Hipparchos, son of Heniochos, of Kyrene.  Two joining fragments of a stele of white marble.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — 306-301 BC — SEG 1.358 (b) — MDAI(A) 72 (1957) 188, 22
See also:
                                                       vacat 0,135
[ἔδοξε τῆι βουλῆι καὶ τῶι δ]ήμωι, Ἀσπάσιος Θευπρόπου εἶπεν· ἐπε̣[ι]-
[δὴ Ἵππαρχος Ἡνιόχου Κυ]ρηναῖος ἔν τε τοῖς πρότερογ χρόν[οις]
[εὔνους καὶ πρόθυμος ὢ]ν διετέλει καὶ κοινῆι τῶι δήμωι κ[αὶ ἰδί]-
[αι τοῖς ἐντυγχάνουσιν τῶ]μ [πο]λιτῶν χρήσ̣[ι]μ̣ος, καὶ κα[τελη]-
5 [λυθότων ἡμῶ]ν̣ ε̣[ἰς τὴ]μ π̣όλιν διατρίβων π̣αρ̣ὰ̣ [τῶ]ι βασ[ιλεῖ Ἀντι]-
[γόνωι τὴν αὐτ]ὴν εὔνοιαν διαφυλάσσει τῶι δήμωι, νῦν̣ [τε τετα]-
[γμένο]ς ἐγ Καρίαι φιλοτιμίας οὐθὲν ἐλλείπει καὶ κοινῆι τὸν
[δῆμ]ον εὐεργετῶν καὶ τοῖς ἀφικνουμένοις τῶμ πολιτῶν ἰδίαι
χρείας παρεχόμενος, καὶ τῶν στρατευομένων παρ’ αὐτῶι πολ-
10 λὴν πρόνοιαν ποεῖται καὶ χρείαν παρέχεται, ὧν ἂν ἕκαστοι τυγχά-
νωσι δεόμενοι, διαφυλάσσωμ μὲν τὴν εὔνοιαν, ἐνδεικνύμε-
νος δὲ τὴν αὑτοῦ πρὸς τὸν δῆμον προθυμίαν, δεδόχθαι τῆι [βου]-
λῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι μὲν Ἵππαρχον Ἡνιόχου προθυμ[ίας]
ἕνεκε καὶ εὐνοίας ἧς ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Σ[αμί]-
15 ων, καὶ εἶναι αὐτὸν πρόξενον τοῦ δήμου, δεδόσθαι δὲ αὐτ[ῶι καὶ]
πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ αὐτῶι καὶ ἐγγόνοις καὶ ἐπικλ[ηρῶ]-
σαι αὐτὸν ἐπὶ φυλὴγ καὶ χιλιαστὺν καὶ ἑκατοστὺν καὶ γένο[ς]
καὶ ἀναγράψαι καθότι καὶ τοὺς ἄλλους Σαμίους, ὑπάρχειν δ[ὲ αὐ]-
τῶι καὶ ἔφοδομ ἐπ’ βουλὴν καὶ δῆμον, ἐάν του δέηται, πρώτωι μ[ετὰ]
20 τὰ ἱερὰ καὶ τὰ βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσ[πον]-
δεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι, ἀναγράψαι δὲ τόδε τὸ ψήφισμ[α]
εἰς στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας, ὅπως ἅπ̣[αν]-
τες εἰδῶσιν οἱ προαιρούμενοι τὴμ πόλιν εὐεργετεῖν, ὅτι χάριτα[ς]
ὁ δῆμος ἐπίσταται τοῖς εὖ ποιήσασιν αὐτὸν ἀποδιδόναι, τῆς δὲ
25 ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐπιμεληθῆναι τὸγ γρα[μμα]-
τέα τῆς βουλῆς.
                                      vacat 0,37
Search Help
Contact Us