Honorific decree for Theotimides, son of Theophilos, of Macedonia.  Stele of white marble with crown molding.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — shortly after 306 BC — MDAI(A) 44 (1919) 11, 5 M — SEG 1.351
See also:
             vacat 0,03
Θεοτιμίδηι Θεοφίλου Μακεδόνι·
            vacat 0,155
2 ἔδοξε τῶι δήμωι, Νανίσκος Ἐπιγένους
εἶπεν· ἐπειδὴ Θεοτιμίδης Θεοφίλου
Μακεδὼν ἔν τε τῆι φυγῆι διατρίβων
5 παρ’ Ἀντιγόνωι χρήσιμον ἑαυτὸν
παρείχετο τῶι δήμωι καὶ νῦν ἰδίαι τε
τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν
χρήσιμος ὢν διατελεῖ καὶ κοινῆι τῆι
πόλει, δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι
10 τε Θεοτιμίδην εὐνοίας ἕνεκε καὶ προθυ-
μίας ἣν ἔχει περὶ τὸν δῆμον τὸν Σαμί-
ων, καὶ ἀναγράψαι αὐτὸν πρόξενον καὶ
εὐεργέτην τοῦ δήμου, δεδόσθαι δὲ
αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ
15 αὐτῶι καὶ ἐγγόνοις καὶ ἐπικληρῶσαι
αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ
ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι
καθότι καὶ τοὺς ἄλλους Σαμίους, εἶναι
δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυ-
20 λεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν
εἰρήνηι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ
τὸν δῆμον, ἐάν του δέηται, πρώτωι
μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικά, ἐπιμε-
λεῖσθαι δὲ καί, ἄν τι παραγγέλληι Θεο-
25 τιμίδης, τούς τε στρατηγοὺς καὶ τοὺς
πρυτάνεις ἀεὶ τοὺς ἐνεστηκότας,
τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι ἐν στή-
ληι λιθίνηι καὶ στῆσαι εἰς τὸ ἱρὸν τῆς
Ἥρας, τὸν δὲ ταμίαν εἰς τὸ ἀνάλωμα
30 ὑπηρετῆσαι.
                vacat 0,78
Search Help
Contact Us