Honorific decree for Gorgos and Minnion of Iasos. Marble pedimental stele.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — shortly after 322 BC — Chrysallis IV,79 (1866) 154 — Syll.³ 312 — SEG 49.1143, cf.
See also:
1 | ἔδοξε̣ τ̣ῆι βου̣λῆι καὶ τῶι δή- |
μωι, Ἐπ[ί]κ̣ουρος Δράκοντος | |
εἶπεν· ἐπειδὴ Γόργος καὶ Μ- | |
ιννίων Θεοδότου Ἰασεῖς κα- | |
5 | λοὶ καὶ ἀγαθοὶ γεγένηνται vac. |
περὶ Σαμίους ἐν τῆι φυγῆι, κα[ὶ] | |
διατρίβων Γόργος παρὰ Ἀλεξάν- | |
δρωι πολλ̣ὴν εὄνοιαν καὶ π̣[ρο]θ̣υμί- | |
αν παρείχετο περὶ τ̣ὸν δῆμο[ν τ]ὸν Σα- | |
10 | μίων, σπου̣δάζων ὅπως ὅτ[ι τ]άχος |
Σάμιοι τὴμ πατρίδα κομίσαιντο, καὶ ἀ- | |
ναγγείλαντος Ἀλεξάνδρου ἐν τῶ[ι] | |
στρατοπέδωι, ὅτι Σάμον ἀποδιδοῖ vac. | |
Σαμίοις, καὶ διὰ ταο͂τα αὀτὸν τῶν Ἑ- | |
15 | λλήνων στεφανωσάντων, ἐστ- |
εφάνωσε καὶ Γόργος καὶ ἐπέστει̣- | |
λε εἰς Ἴασον πρὸς τοὺς ἄρχοντα- | |
ς, ὅπως οἱ κατοικοῦντες Σαμίων̣ | |
ἐν Ἰάσωι, ὅταν εἰς τὴν πατρίδα κατί- | |
20 | ωσιν, ἀτελῆ τὰ ἑαοτῶν ἐξάξον- |
ται καὶ πορεῖα αὀτοῖς δοθήσεται, τὸ ἀ- | |
νάλωμα τῆς πόλεως τῆς Ἰασέων | |
παρεχούσης, καὶ νῦν ἐπαγγέλλον- | |
ται Γόργος καὶ Μινίων ποιήσειν ὅ τι | |
25 | ἂν δύνωνται ἀγαθὸν τὸν δῆμον τὸ- |
ν Σαμίων, δεδόκχθαι τῶι δήμωι· δε̣- | |
δόσθαι αὀτοῖς πολιτείαν ἐπ’ ἴσηι | |
καὶ ὁμοίῃ καὶ αὀτοῖς καὶ ἐκγόνοις | |
καὶ ἐπικληρῶσαι αὀτοὺς ἐπὶ φυλὴν κ- | |
30 | αὶ χιλιαστὺν καὶ ἑκατοστὺν καὶ γέ- |
νος καὶ ἀναγράψαι εἰς τὸ γένος, ὃ ἂ- | |
ν λάχωσιν, καθότι καὶ τοὺς ἄλ<λ>ου- | |
ς̣ Σαμίους, τῆς δὲ ἀναγραφῆς ἐπιμε- | |
λ̣ηθῆναι τοὺς πέντε τοὺς ηἱρη- | |
35 | μένους, τὸ δὲ ψήφισμα τόδε ἀνα- |
γράψαι εἰς στήλην λιθίνην καὶ στῆ- | |
σαι <ἐ>ν τῶι ἱερῶι τῆς Ἥρας, τὸν δὲ [τα]- | |
μίαν ὑπηρετῆσαι. |