Honorific decree for Gorgos and Minnion of Iasos.  Marble pedimental stele.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — shortly after 322 BC — Chrysallis IV,79 (1866) 154 — Syll.³ 312 — SEG 49.1143, cf.
See also:
1 ἔδοξε̣ τ̣ῆι βου̣λῆι καὶ τῶι δή-
μωι, Ἐπ[ί]κ̣ουρος Δράκοντος
εἶπεν· ἐπειδὴ Γόργος καὶ Μ-
ιννίων Θεοδότου Ἰασεῖς κα-
5 λοὶ καὶ ἀγαθοὶ γεγένηνται vac.
περὶ Σαμίους ἐν τῆι φυγῆι, κα[ὶ]
διατρίβων Γόργος παρὰ Ἀλεξάν-
δρωι πολλ̣ὴν εὄνοιαν καὶ π̣[ρο]θ̣υμί-
αν παρείχετο περὶ τ̣ὸν δῆμο[ν τ]ὸν Σα-
10 μίων, σπου̣δάζων ὅπως ὅτ[ι τ]άχος
Σάμιοι τὴμ πατρίδα κομίσαιντο, καὶ ἀ-
ναγγείλαντος Ἀλεξάνδρου ἐν τῶ[ι]
στρατοπέδωι, ὅτι Σάμον ἀποδιδοῖ vac.
Σαμίοις, καὶ διὰ ταο͂τα αὀτὸν τῶν Ἑ-
15 λλήνων στεφανωσάντων, ἐστ-
εφάνωσε καὶ Γόργος καὶ ἐπέστει̣-
λε εἰς Ἴασον πρὸς τοὺς ἄρχοντα-
ς, ὅπως οἱ κατοικοῦντες Σαμίων̣
ἐν Ἰάσωι, ὅταν εἰς τὴν πατρίδα κατί-
20 ωσιν, ἀτελῆ τὰ ἑαοτῶν ἐξάξον-
ται καὶ πορεῖα αὀτοῖς δοθήσεται, τὸ ἀ-
νάλωμα τῆς πόλεως τῆς Ἰασέων
παρεχούσης, καὶ νῦν ἐπαγγέλλον-
ται Γόργος καὶ Μινίων ποιήσειν ὅ τι
25 ἂν δύνωνται ἀγαθὸν τὸν δῆμον τὸ-
ν Σαμίων, δεδόκχθαι τῶι δήμωι· δε̣-
δόσθαι αὀτοῖς πολιτείαν ἐπ’ ἴσηι
καὶ ὁμοίῃ καὶ αὀτοῖς καὶ ἐκγόνοις
καὶ ἐπικληρῶσαι αὀτοὺς ἐπὶ φυλὴν κ-
30 αὶ χιλιαστὺν καὶ ἑκατοστὺν καὶ γέ-
νος καὶ ἀναγράψαι εἰς τὸ γένος, ὃ ἂ-
ν λάχωσιν, καθότι καὶ τοὺς ἄλ<λ>ου-
ς̣ Σαμίους, τῆς δὲ ἀναγραφῆς ἐπιμε-
λ̣ηθῆναι τοὺς πέντε τοὺς ηἱρη-
35 μένους, τὸ δὲ ψήφισμα τόδε ἀνα-
γράψαι εἰς στήλην λιθίνην καὶ στῆ-
σαι <ἐ>ν τῶι ἱερῶι τῆς Ἥρας, τὸν δὲ [τα]-
μίαν ὑπηρετῆσαι.
Search Help
Contact Us