Honorific decree for the physician Diodoros, son of Dioskourides. Stele of white marble, in two joining fragments, broken at top and bottom.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — ca. 198/7 BC — MDAI(A) 51 (1926) 28, 2 (a) — MDAI(A) 72 (1957) 233, 64 (a, b)
See also:
| [ἔδοξεν τῶι δήμωι, — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — εἶπαν, ὑπὲρ ὧν προ]- | |
| εγράψαντο αὐ̣τ̣οί, ὅπ̣[ως Διόδωρος Διοσκουρίδου] | |
| ἰατρὸς δεδημοσιευκὼς #⁷[— — — — — — — — — —] | |
| καὶ παρεισχημένος τὰς χ[ρε]ίας κατὰ τὴν τέχνη̣[ν] | |
| ἀνεγκλήτως καὶ ἐν τῆι ἀποκ[α]ταστάσει τῆς πόλεως | |
| 5 | καὶ ἐν ταῖς τῶν ἄκρων πολιορ[κί]αις πολλῶν τραυμα- |
| τιῶν γινομένων παρεισχημέ[νο]ς τὰς χρείας ἐπαινεθῆ[ι] | |
| καὶ τιμηθῆι καθότι ἂν τῆι βουλῆ[ι κ]αὶ τῶι δήμωι δόξηι, | |
| καὶ ἡ βουλὴ προεβούλευσεν ἐπ̣[α]γ̣αγεῖν περὶ τούτων | |
| ἐν ταῖς ἀρχαιρεσίαις· v ἐπειδὴ [Δι]όδωρος Διοσκουρίδου | |
| 10 | εἰληφὼς παρ’ ἡμῖν τὸ δημόσ̣ιον [ἔρ]γον τῶν ἰατρῶν τὸ |
| πρῶτον ἐφ’ ἔτη πλείονα ἔν τε [τοῖ]ς ἔμπροσθεν χρόνοις | |
| πολλοὺς τῶν πολιτῶν καὶ τῶ[ν ἄ]λλων τῶν ἐν τῆι πόλει̣ | |
| εἰς ἐπικινδύνους ἐμπεσόντ[ας δ]ιαθέσεις τῆι αὑτοῦ | |
| ἐμπειρίαι τε κ̣αὶ ἐπιμελείαι θερα[πε]ύσας ἀποκατέστησε | |
| 15 | καὶ παραίτιος ἐγένετο τῆς σω[τ]ηρίας αὐτῶν, καθότι καὶ |
| πλειονάκις ἐπὶ τῶν ἐργολαβιῶ[ν] ὑπὸ πολλῶν ἐν τῶι δή- | |
| μωι μεμαρτύρηται· ἔν τε τοῖς [γε]νομένοις σεισμοῖς πα- | |
| ρ’ ἡμῖν πολλ[ῶ]ν περ[ι]πεσόντω[ν δ]υ̣σχερέσιν καὶ παντο- | |
| [δ]απαῖς πληγαῖς διὰ τὸ παράδ[οξ]ον τοῦ συμπτώματο[ς] | |
| 20 | [πρ]οσδεομένης ὀξείας τῆς [θερ]απείας ὁμο̣ίως πᾶσιν |
| [τ]ὴν αὑτοῦ χρείαν μερίζων ἐ[βοή]θησεν· τῶν [τ]ε μ̣ε[τ]α̣[π]έμ̣- | |
| [π]των δικαστῶν παραγενομέ[νω]ν πρὸς ἡμᾶς κ[α]ί̣ τ̣[ιν]ω̣ν | |
| ἐμπεσόντων εἰς ἀρρωστίαν, [συ]ντάξαντος τοῦ δήμου | |
| τὴν θεραπείαν αὐτῶν ποεῖσθ̣[αι], καὶ ἐν τούτοις ἴσον καὶ ἀ- | |
| 25 | μεμψιμοίρητον αὑτὸν παρέσ[χε]το· ἔν τε τῆι ἀποκαταστά- |
| σει τῆς πόλεως εἰς τὰ τοῦ βα[σιλέ]ως Πτολεμαίου πράγμα- | |
| τα γινομένων τραυματιῶ[ν π]ολλῶν ἐν ταῖς τῶν ἄκρων | |
| πολιορκίαις καὶ ταῖς καθ’ ἡμέρ[αν] συμπλοκαῖς οὐδεμίαν | |
| κακοπαθίαν οὐδὲ δαπάνην [περὶ] π̣λείονος ποιούμενος | |
| 30 | τῆς κοινῆς σωτηρίας καὶ τῶν [ἀεὶ ἐνδ]εομένων τῆς β̣[οη]- |
| [θεί]α̣ς ἐκ τῶν ἰδίων τὴν εἰς ταῦ[τα — — — — — — — —] | |
| [— — — — — —] τὸ καθ’ αὑτὸν τ[— — — — — — — — — —] | |
| [— — — — — — — — — — —]Ι̣ΟΙ#⁷[— — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — —] |