Honorific decree for Boulagoras, son of Alexes. Stele of white marble.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — after 243/2 BC — MDAI(A) 44 (1919) 25, 13 — SEG 1.366
See also:
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, γνώμη πρυτάνεων, ὑπὲρ [ὧν] |
προεγράψατο Ἱπποδάμας Παντωνακτίδου, ὅπως Βουλαγόρας Ἀλέξεω̣ | |
πολλὰς χρείας παρεισχημένος κοινῆι τε τῶι δήμωι καὶ ἰδίαι πλείοσιν | |
τῶν πολιτῶν, ἐπαινεθῆι καὶ στεφανωθῆι καθότι ἂν τῆι βουλῆι καὶ τῶι | |
5 | δήμωι δόξηι· ἐπειδὴ Βουλαγόρας ἔν τε τοῖς πρότερον χρόνοις γενομέ- |
νων αἰτησίμων κτημάτων ἐν τῆι Ἀναΐτιδι χώραι τῆι τασσομένηι τότε | |
ὑπ’ Ἀντίοχον τὸν βασιλέα καὶ τῶν ἀφαιρεθέντων πολιτῶν τὰ κτήματα | |
καταφυγόντων ἐπὶ τὸν δῆμον καὶ πρεσβείαν αἰτησαμένων πρὸς Ἀντί- | |
οχον, ὅπως κομίσωνται τὰ αὑτῶν, ἀποδειχθεὶς πρεσβευτὴς καὶ ἀπο- | |
10 | δημήσας τὴν μὲν ἀρχὴν εἰς Ἔφεσον, ἀναζεύξαντος δὲ Ἀντιόχου |
συνακολουθήσας ἕως Σάρδεων τὴμ πᾶσαν ἐποιήσατο σπουδὴν καὶ | |
φιλοτιμίαν, ἀντικαταστὰς ἐν τῆι πρεσβείαι τοῖς ἐνδοξοτάτοις τῶν Ἀν[τι]- | |
όχου φίλων οἳ ἐτύγχανον ἔχοντες τὰ αἰτήσιμα, ὅπως ἀνακομισάμ[ε]- | |
νος ὁ δῆμος τὰς κτήσεις τὰς αἰτηθείσας ἐν ἐκείνωι τῶι χρόνωι ἀποκα- | |
15 | ταστήσηι τοῖς ἀδίκως ἀφαιρεθεῖσι, καὶ περὶ τούτων ἐκόμισεν ἐπιστολὰς |
[π]αρ’ Ἀντιόχου πρός τε τὴν πόλιν ἡμῶν καὶ πρὸς τὸν ἐν Ἀναίοις ὑπ’ αὐτο̣[ῦ] | |
τεταγμένον φρούραρχον καὶ πρὸς τὸν διοικητήν, δι’ ὧν οἵ τε τότε ἀφαι- | |
[ρ]εθέντες ἐγκρατεῖς ἐγένοντο τῶν ἰδίων, καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον | |
οὐθεὶς ἐνεχείρησεν οὐκέτι τῶν παρ’ Ἀντιόχωι τασσομένων αἰτεῖσθαι τὰ | |
20 | τῶν πολιτῶν ὑπάρχοντα· προχειρισθείς τε πλειονάκις ὑπὸ τοῦ δήμου προή- |
γ̣ορος ταῖς δημοσίαις δίκαις ἐκτενῆ καὶ πρόθυμον ἑαυτὸν παρεχόμενο[ς] | |
διετέλεσεν καὶ πολλὰ τῶν χρησίμων καὶ συμφερόντων περιεποίησεν | |
ἐκ τῶν κρίσεων τῆι πόλει· τοῦ τε γυμνασίου χειροτονηθεὶς κατὰ τὸν νόμον | |
ἐπιστάτης ὑπὸ τοῦ δήμου διὰ τὸ ἐγλιπεῖν τὸν γυμνασιαρχοῦντα ἴσως κ[αὶ] | |
25 | καλῶς προέστη τῆς τῶν ἐφήβων καὶ τῶν νέων εὐκοσμίας· ἔν τε τῶι ἐνεστη- |
κότι ἐνιαυτῶι καθηκούσης τῆς τῶν θεωρῶν ἀποστολῆς εἰς Ἀλεξάνδρειαν | |
εἰδὼς ὅτι ὁ δῆμος περὶ πλείστου ποεῖται τὰς τοῦ βασιλέως Πτολεμαίου τι- | |
μὰς καὶ τῆς ἀδελφῆς αὐτοῦ Βασιλίσσης Βερενίκης, ἐπειδὴ εἰς μὲν τοὺς | |
στεφάνους αὑτῶν καὶ τὰς θυσίας, ἃς ἔδει συντελέσαι τοῦς θεωροὺς ἐν Ἀλε- | |
30 | ξανδρείαι, περιορισμένα ὑπῆρχεν χρήματα, εἰς δὲ τὰ ἐφόδια τῶι ἀρχιθεώρωι καὶ |
τοῖς θεωροῖς, ὑφ’ ὧν ἔδει τοὺς στεφάνους ἀποκομισθῆναι καὶ συντελεσθῆναι | |
τὰς θυσίας, οὐχ ὑπῆρχεν οὐδ’ ἦν, ὅθεν ἐπὶ τοῦ παρόντος πορισθήσεται, βουλό- | |
μενος μηθὲν ὑπολειφθῆναι τῶν προεψηφισμένων τιμίων τῶι βασιλεῖ καὶ | |
τῆι βασιλίσσηι καὶ τοῖς γονεῦσιν καὶ προγόνοις αὐτῶν, ὑπέσχετο τὸ εἰς ταῦτα | |
35 | ἀργύριον αὐτὸς προχρήσειν ἐκ τοῦ ἰδίου οὐ πολλῶι ἔλασσον ὂν δραχμῶν ἑ̣ξ[α]- |
κισχιλίων· κατασχούσης τε τὸν δῆμον σιτοδείας καὶ τῶν πολιτῶν διὰ τὸ | |
ἀναγκαῖον τῆς χρείας τρεῖς προχειρισαμένων σιτωνίας ἐν πάσαις αὐταῖς | |
οὐθὲν ἐνέλιπεν σπουδῆς καὶ φιλοτιμίας, ἀλλὰ τῆς μὲν πρώτης σιτωνίας πᾶ[ν] | |
τὸ εἰς τὴν ὑποθήκην ἀργύριον προέχρησεν, καθότι ὁ δῆμος ἐψηφίσατο, εἰς δὲ | |
40 | τὴν δευτέραν ἴσον ἐπηγγείλατο τοῖς τὸ πλεῖστον εἰσευπορήσασιν, τῆς δὲ |
τρίτης οὐ μόνον τὰ εἰς τὴν ὑποθήκην χρήματα εἰσήνεγκεν πάντα ἐκ τοῦ | |
ἰδίου, ἀλλὰ καὶ καταχθέντος τοῦ σίτου εἰς τὴν πόλιν καὶ τοῦ σιτώνου δάνειο[ν] | |
ἔχοντος ἐπ’ αὐτῶι, παρελθὼν εἰς τὴν ἐκκλησίαν ἐπηγγείλατο, ἐπεὶ οὐκ ἦν, ὅθεν ἀπο- | |
δοθήσεται τὰ χρήματα, αὐτὸς καὶ τὸ δάνειον ὑπὲρ τῆς πόλεως καὶ τοὺς τό- | |
45 | κους καὶ τὰ λοιπὰ ἀναλώματα πάντα ἐπιλύσειν, καὶ τοῦτο ἔπραξεν κατὰ τά- |
χος καὶ ἀπέλυσεν τὸν δανειστὴν οὔτε συγγραφὴν οὐδεμίαν θέμενος πρὸς τὴν | |
πόλιν ὑπὲρ τούτων τῶν χρημάτων οὔτε προεγγύους ἀξιώσας ἑαυτῶι καταστ[α]- | |
θῆναι, ἀλλὰ περὶ πλείστου ποιησάμενος τὸ κοινῆι συμφέρον καὶ ἵνα ὁ δῆμος | |
ἐν εὐβοσίαι διαγένηται· ἔν τε τοῖς λοιποῖς διατελεῖ πρόθυμον καὶ εὔνουν ἑα[υ]- | |
50 | τὸν παρεχόμενος καὶ [κο]ινῆι τῶι δήμωι καὶ ἰδίαι ἑκάστωι τῶν πολιτῶν [συμβου]- |
λεύων τε τὰ ἄριστα καὶ διαλύων τοὺς διαφερομένους καὶ πολλοῖς τῶ[ν πο]- | |
νούντων ἐρανίζων ἐκ τῶν ἰδίων· ὅπως οὖν καὶ ἡμεῖς φαινώμεθα τιμῶντ[ες] | |
τοὺς ἀγαθοὺς ἄνδρας καὶ πολλοὺς τῶν πολιτῶν ἐπὶ τὴν ὁμοίαν προ[καλούμε]- | |
νοι προαίρεσιν, δεδόχθαι τῶι δήμωι· ἐπηινῆσθαι Βουλαγόραν Ἀλέξεω ἀρ[ετῆς] | |
55 | ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τοὺς πολίτας καὶ στεφανῶσαι αὐτὸν χρυσῶ[ι στεφά]- |
νωι Διονυσίων τραγωιδοῖς, τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆναι τὸν ἀγωνο[θέτην]· | |
ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε τοὺς ἐξεταστὰς εἰς στήλην λιθίνην κ[αὶ ἀνα]- | |
θεῖναι εἰς τὸ ἱερὸν τῆς Ἥρας, εἰς δὲ τὸ ἀνάλωμα τὸν ταμίαν τῶν ὁσίων ὑ[πηρετῆ]- | |
σαι ἀπὸ τοῦ ὑπ[άρ]χοντος ἀργυρίου παρ’ αὐτῶι ἀπὸ τῶν προστίμων· πα[ρῆσαν] | |
60 | Ὑβλήσιος, Ἡρόδοτος, Μόνιμος, Δημήτριος. |