Honorific decree for Boulagoras, son of Alexes.  Stele of white marble.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — after 243/2 BC — MDAI(A) 44 (1919) 25, 13 — SEG 1.366
See also:
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, γνώμη πρυτάνεων, ὑπὲρ [ὧν]
προεγράψατο Ἱπποδάμας Παντωνακτίδου, ὅπως Βουλαγόρας Ἀλέξεω̣
πολλὰς χρείας παρεισχημένος κοινῆι τε τῶι δήμωι καὶ ἰδίαι πλείοσιν
τῶν πολιτῶν, ἐπαινεθῆι καὶ στεφανωθῆι καθότι ἂν τῆι βουλῆι καὶ τῶι
5 δήμωι δόξηι· ἐπειδὴ Βουλαγόρας ἔν τε τοῖς πρότερον χρόνοις γενομέ-
νων αἰτησίμων κτημάτων ἐν τῆι Ἀναΐτιδι χώραι τῆι τασσομένηι τότε
ὑπ’ Ἀντίοχον τὸν βασιλέα καὶ τῶν ἀφαιρεθέντων πολιτῶν τὰ κτήματα
καταφυγόντων ἐπὶ τὸν δῆμον καὶ πρεσβείαν αἰτησαμένων πρὸς Ἀντ-
οχον, ὅπως κομίσωνται τὰ αὑτῶν, ἀποδειχθεὶς πρεσβευτὴς καὶ ἀπο-
10 δημήσας τὴν μὲν ἀρχὴν εἰς Ἔφεσον, ἀναζεύξαντος δὲ Ἀντιόχου
συνακολουθήσας ἕως Σάρδεων τὴμ πᾶσαν ἐποιήσατο σπουδὴν καὶ
φιλοτιμίαν, ἀντικαταστὰς ἐν τῆι πρεσβείαι τοῖς ἐνδοξοτάτοις τῶν Ἀν[τι]-
όχου φίλων οἳ ἐτύγχανον ἔχοντες τὰ αἰτήσιμα, ὅπως ἀνακομισάμ[ε]-
νος ὁ δῆμος τὰς κτήσεις τὰς αἰτηθείσας ἐν ἐκείνωι τῶι χρόνωι ἀποκα-
15 ταστήσηι τοῖς ἀδίκως ἀφαιρεθεῖσι, καὶ περὶ τοτων ἐκόμισεν ἐπιστολὰς
[π]αρ’ Ἀντιόχου πρός τε τὴν πόλιν ἡμῶν καὶ πρὸς τὸν ἐν Ἀναίοις π’ αὐτο̣[ῦ]
τεταγμένον φρούραρχον καὶ πρὸς τὸν διοικητήν, δι’ ὧν οἵ τε τότε ἀφαι-
[ρ]εθέντες ἐγκρατεῖς ἐγένοντο τῶν ἰδίων, καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον
οὐθεὶς ἐνεχείρησεν οὐκέτι τῶν παρ’ Ἀντιόχωι τασσομένων αἰτεῖσθαι τὰ
20 τῶν πολιτῶν ὑπάρχοντα· προχειρισθείς τε πλειονάκις ὑπὸ τοῦ δήμου προή-
γ̣ορος ταῖς δημοσίαις δίκαις ἐκτενῆ καὶ πρόθυμον ἑαυτὸν παρεχόμενο[ς]
διετέλεσεν καὶ πολλὰ τῶν χρησίμων καὶ συμφερόντων περιεποίησεν
ἐκ τῶν κρίσεων τῆι πόλει· τοῦ τε γυμνασίου χειροτονηθεὶς κατὰ τὸν νόμον
ἐπιστάτης ὑπὸ τοῦ δήμου διὰ τὸ ἐγλιπεῖν τὸν γυμνασιαρχοῦντα ἴσως κ[αὶ]
25 καλῶς προέστη τῆς τῶν ἐφήβων καὶ τῶν νέων εὐκοσμίας· ἔν τε τῶι ἐνεστη-
κότι ἐνιαυτῶι καθηκούσης τῆς τῶν θεωρῶν ἀποστολῆς εἰς Ἀλεξάνδρειαν
εἰδὼς ὅτι ὁ δῆμος περὶ πλείστου ποεῖται τὰς τοῦ βασιλέως Πτολεμαίου τι-
μὰς καὶ τῆς ἀδελφῆς αὐτοῦ Βασιλίσσης Βερενίκης, ἐπειδὴ εἰς μὲν τοὺς
στεφάνους αὑτῶν καὶ τὰς θυσίας, ἃς ἔδει συντελέσαι τοῦς θεωροὺς ἐν Ἀλε-
30 ξανδρείαι, περιορισμένα ὑπῆρχεν χρήματα, εἰς δὲ τὰ ἐφόδια τῶι ἀρχιθεώρωι καὶ
τοῖς θεωροῖς, ὑφ’ ὧν ἔδει τοὺς στεφάνους ἀποκομισθῆναι καὶ συντελεσθῆναι
τὰς θυσίας, οὐχ ὑπῆρχεν οὐδ’ ἦν, ὅθεν ἐπὶ τοῦ παρόντος πορισθήσεται, βουλό-
μενος μηθὲν ὑπολειφθῆναι τῶν προεψηφισμένων τιμίων τῶι βασιλεῖ καὶ
τῆι βασιλίσσηι καὶ τοῖς γονεῦσιν καὶ προγόνοις αὐτῶν, ὑπέσχετο τὸ εἰς ταῦτα
35 ἀργύριον αὐτὸς προχρήσειν ἐκ τοῦ ἰδίου οὐ πολλῶι ἔλασσον ὂν δραχμῶν ἑ̣ξ[α]-
κισχιλίων· κατασχούσης τε τὸν δῆμον σιτοδείας καὶ τῶν πολιτῶν διὰ τὸ
ἀναγκαῖον τῆς χρείας τρεῖς προχειρισαμένων σιτωνίας ἐν πάσαις αὐταῖς
οὐθὲν ἐνέλιπεν σπουδῆς καὶ φιλοτιμίας, ἀλλὰ τῆς μὲν πρώτης σιτωνίας πᾶ[ν]
τὸ εἰς τὴν ὑποθήκην ἀργύριον προέχρησεν, καθότι ὁ δῆμος ἐψηφίσατο, εἰς δὲ
40 TH\N DEUTE/RAN I)/SON E)PHGGEI/LATO TOI=S TO\ PLEI=STON EI)S<1EUPO>1RH/SASIN, T<1H=S>1 DE\
τρίτης οὐ μόνον τὰ εἰς τὴν ὑποθήκην χρήματα εἰσήνεγκεν πάντα ἐκ τοῦ
ἰδίου, ἀλλὰ καὶ καταχθέντος τοῦ σίτου εἰς τὴν πόλιν καὶ τοῦ σιτώνου δάνειο[ν]
ἔχοντος ἐπ’ αὐτῶι, παρελθὼν εἰς τὴν ἐκκλησίαν ἐπηγγείλατο, ἐπεὶ οὐκ ἦν, ὅθεν ἀπο-
δοθήσεται τὰ χρήματα, αὐτὸς καὶ τὸ δάνειον ὑπὲρ τῆς πόλεως καὶ τοὺς τό-
45 κους καὶ τὰ λοιπὰ ἀναλώματα πάντα ἐπιλύσειν, καὶ τοῦτο ἔπραξεν κατὰ τά-
χος καὶ ἀπέλυσεν τὸν δανειστὴν οὔτε συγγραφὴν οὐδεμίαν θέμενος πρὸς τὴν
πόλιν ὑπὲρ τούτων τῶν χρημάτων οὔτε προεγγύους ἀξιώσας ἑαυτῶι καταστ[α]-
θῆναι, ἀλλὰ περὶ πλείστου ποιησάμενος τὸ κοινῆι συμφέρον καὶ ἵνα ὁ δῆμος
ἐν εὐβοσίαι διαγένηται· ἔν τε τοῖς λοιποῖς διατελεῖ πρόθυμον καὶ εὔνουν ἑα[υ]-
50 τὸν παρεχόμενος καὶ [κο]ινῆι τῶι δήμωι καὶ ἰδίαι ἑκάστωι τῶν πολιτῶν [συμβου]-
λεύων τε τὰ ἄριστα καὶ διαλύων τοὺς διαφερομένους καὶ πολλοῖς τῶ[ν πο]-
νούντων ἐρανίζων ἐκ τῶν ἰδίων· ὅπως οὖν καὶ ἡμεῖς φαινώμεθα τιμῶντ[ες]
τοὺς ἀγαθοὺς ἄνδρας καὶ πολλοὺς τῶν πολιτῶν ἐπὶ τὴν ὁμοίαν προ[καλούμε]-
νοι προαίρεσιν, δεδόχθαι τῶι δήμωι· ἐπηινῆσθαι Βουλαγόραν Ἀλέξεω ἀρ[ετῆς]
55 ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τοὺς πολίτας καὶ στεφανῶσαι αὐτὸν χρυσῶ[ι στεφά]-
νωι Διονυσίων τραγωιδοῖς, τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆναι τὸν ἀγωνο[θέτην]·
ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε τοὺς ἐξεταστὰς εἰς στήλην λιθίνην κ[αὶ ἀνα]-
θεῖναι εἰς τὸ ἱερὸν τῆς Ἥρας, εἰς δὲ τὸ ἀνάλωμα τὸν ταμίαν τῶν ὁσίων ὑ[πηρετῆ]-
σαι ἀπὸ τοῦ ὑπ[άρ]χοντος ἀργυρίου παρ’ αὐτῶι ἀπὸ τῶν προστίμων· πα[ρῆσαν]
60 Ὑβλήσιος, Ἡρόδοτος, Μόνιμος, Δημήτριος.
Search Help
Contact Us