Decree concerning publication in the Heraion of a treaty between Antioch on the Maeander and an unknown city. Stele of white marble, intact on the left.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — shortly after 167 BC — MDAI(A) 72 (1957) 242, 65
See also:
1 | [— — — — — — — — — — — — — — — — — — — — — — — —]Ι̣Ι̣[— — — — — — — — — —] |
[— — — — — — — — — — — — — — — — — — — — — —]Σ̣ΣΙΤΟΥ εἰς Ἀντιόχ̣[ειαν τὴν πρὸς] | |
[τῶι Μαιάνδρ]ω̣ι̣ #⁷ΝΙ․․․προσ․․Ι#⁷[— — —] ὑπὸ τ[ῶ]ν περὶ Διοκλῆν, τόδε [τὸ ψήφισμα καὶ] | |
τ̣ὴν συνθήκην τήνδε καθιερῶσθαι καὶ εἶναι κύρια εἰς τὸν ἅπαντα χρόνον κ[αὶ μηθενὶ ἐ]- | |
5 | ξουσίαν εἶναι παραβῆναι ταῦτα μηδὲ εἰπεῖν̣ μ̣ηδὲ εἰσανγεῖλαι μηδὲ γράψα̣[ι μηδὲ νόμον] |
θ̣εῖναι ὡς δεῖ καταλυθῆναί τι τῶν γεγραμ[μ]έ̣νων· ἐὰν δέ τις παρὰ ταῦτα π[οιῇ, κατάρη]- | |
τ̣όν τε αὐτὸν εἶναι καὶ ἀποτεῖσαι ἱερὰς τῆς Ῥώμης δραχμὰς δισμυρίας καὶ μη̣[δὲν ἧσσον] | |
τὸ ψήφισμα καὶ τὴν συνθήκην εἶναι κύρια καὶ τὴν χώραν ὑπάρχειν Ἀντιοχίδα [vacat?] | |
vacat ἀπόκριμα vacat Σαμίων· vacat ἐπὶ Θεοδότου, Ληναιῶνος [— — —], | |
10 | ἔ̣δοξεν τῶι δήμωι, γνώμη πρυτάνεων· ὑπὲρ ὧν οἱ στρατηγοὶ τὴν ἐκλησίαν [— — c.8 — —] |
․αν καὶ <ἐ>πελθό̣ντες οἱ παρ’ Ἀντιοχέων τῶν πρὸς τῶι Μαιάνδρωι πρεσβευτα[ί, ἐκ μὲν τῶν] | |
ἄ̣λλων πολιτῶν, καθότι γράφουσιν, Ἐπίνικος Ἱκεσίου φύσει δὲ Πάτρωνος, ἐκ̣ [δὲ τῶν προσ]- | |
ω̣ρικότων τὴν χώραν τῆι πόλει Λεοντίσκος Ὀρέστου, τό τε ψήφισμα ἀπέδω[καν καὶ τὴν] | |
[σ]υνθήκην καὶ παρακαλοῦσιν ἡμᾶς ἀποδεξαμένους τὰ ἐψηφισμένα κατατά̣[ξαι ἐν τοῖς] | |
15 | [π]α̣ρ’ ἡμῖν δημοσίοις γράμμασιν, συνχωρῆσαι δὲ καὶ τόπον ἐν τῶι τῆς Ἥ[ρας ἱερῶι, ἐν] |
[ὧ]ι̣ ἀνατεθήσεται ὑπὸ τῶν πρεσβευτῶν στήλη λευκοῦ λίθου, εἰς ἣν ἀν[αγραφήσε]- | |
[τ]αι τό τε ψήφισμα καὶ ἡ συνθήκη, ὅπως καθιερωθῇ καὶ ὑπάρχῃ ταῦτα κύρ[ια εἰς τὸν ἀεὶ] | |
[χ]ρόνον, εἰδότας ὅτι ταῦτα ποιήσαντες χαριούμεθα τῶι δήμωι· ὅπως [δ’ οὖν πᾶσιν] | |
[ἐμ]φανῆ ποιῶμεν ἣν ἔχομεν εὔνοιαν διὰ̣ παντὸς πρὸς Ἀντιοχεῖς τ[οὺς πρὸς τῶι] | |
20 | [Μ]α̣ιάνδρωι συνγενεῖς καὶ φίλους καὶ εὔ[ν]ους καὶ ἰσοπολίτας καὶ συμ[μάχους ὑπάρ]- |
χοντας ἡμῶν, εὐχαρίστως δὲ διακειμένους καὶ πρὸς Ῥωμαίους, τ[οὺς κοινοὺς] | |
εὐεργέτας πάντων, vac. τύχηι ἀγαθῇ καὶ ἐπὶ σωτηρίᾳ τῶν δήμων, δ[εδόχθαι τῶι] | |
δήμωι· συνήδεσθαι μὲν Ἀντι<ο>χεῦσιν ἐπὶ τῶι γεγονότι προσορισμῶ[ι τῆς χώρας] | |
κ̣αὶ ἐπὶ τῶι διὰ τῆς τῶν προσόδων ἐπαυ̣ξ̣ήσεως δυνατωτέρους [α]ὐτ[οὺς γεγονέναι] | |
25 | εἴς τε τὰ Ῥωμαίων ἐξυπηρετεῖν φιλ̣[οδόξως καὶ τοῖς ἀεὶ εὐεργετεῖν προαιρου]- |
μένοις εὐχαρίστως ἀπαντᾶν ἐν παν[τὶ καιρῶι, ἀναγράψαι δὲ καὶ τό τε ψήφισμα καὶ] | |
τ̣ὴν γεγο̣νυῖαν συνθήκην τὸν γραμ[ματέα τῆς βουλῆς, καθότι οἱ πρεσβευταὶ παρακα]- | |
[λ]οῦσιν, καὶ εἰς τὰ παρ’ ἡμῖν δημόσια γ̣[ράμματα κατατάξαι, ὅπως πᾶσιν ἦι φανε]- | |
[ρ]ὸς ὁ δῆμος πρὸ πλείστου τιθέμ[ενος τὴν πρὸς τοὺς συνγενεῖς καὶ φίλους εὔνοιαν], | |
30 | [ἣ]ν οὐδέποτε διαλέλοιπεν Ἀντι[οχεῦσιν παρεχόμενος ἐν τοῖς πρότερον χρόνοις καλῶς] |
[κ]α̣ὶ συμφερόντως vac. καὶ νῦν δὲ τη[— — — — — — — — — — — — — — — — — — — —] | |
[․․․]ουσεν, μεθ’ ἧς ἐπέβαλλεν εὐνοία̣[ς — — — — — — — — — — — — — — — — — — —] | |
[․․․․]ν ὃν τρόπον καὶ οἱ πρεσβευ[ταὶ — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — Διον]υσίοις #⁷[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |