Proxeny decree for Damokrates of Tenedos.  Bronze pedimental stele.
[ ] Elis — Olympia — late 3rd/early 2nd c. BC — IvO 39 — E. Schwyzer, DGE (1923) 218, 425
See also:
1           θεόρ· τύχα.
ὐπὸ ἐλλανοδικᾶν τῶν περὶ
Αἰσχύλον, Θυίω.
ὄπωρ, ἐπεὶ Δαμοκράτηρ Ἀγήτορορ
5 Τενέδιορ πεπολιτευκὼρ παρ’ ἀμέ,
αὐτόρ τε καὶ ὀ πατάρ, καὶ ἐστεφανωμέ-
νορ τόν τε τῶν Ὀλυμπίων ἀγῶνα καὶ
ἄλλοιρ καὶ πλείονερ, ἐπανιτακὼρ ἐν τὰν
ἰδίαν τάν τε τῶ πατρὸρ θεαροδοκίαν δια-
10 δέδεκται καὶ ὐποδέχεται τοὶρ θεαροίρ,
ὀμοίωρ δὲ καὶ τοῖρ λοιποῖρ τοῖρ παρ’ ἀμέων
τὰν πᾶσαν χρείαν ἐκτενέωρ καὶ ἀπρο-
φασίστωρ παρέχεται, φανερὰν ποιέων
τὰν ἔχει εὔνοιαν ποτὶ τὰν πόλιν, καθὼρ
15 πλείονερ ἀπεμαρτύρεον τῶμ πολιτᾶν·
ὄπωρ δὲ καὶ ἀ πόλερ καταξίαιρ φαίναται
χάριτερ ἀνταποδιδῶσσα τοῖρ αὐτᾶρ
εὐεργέταιρ, ὐπάρχην Δαμοκράτη πρό-
ξενον, καὶ εὐεργέταν δ’ ἦ-
20 μεν τᾶρ πόλιορ αὐτὸν καὶ γένορ, καὶ τὰ
λοιπὰ τίμια ἦμεν αὐτοῖ ὄσσα καὶ τοῖρ ἄλ-
λοιρ προξένοιρ καὶ εὐεργέταιρ ὐπάρχει παρὰ
τᾶρ πόλιορ. ἦμεν δὲ καὶ ἀσφάλειαν καὶ πολέμω
καὶ εἰράναρ, καὶ γᾶρ καὶ βοικίαρ ἔγκτησιν, καὶ
25 ἀτέλειαν, καὶ προεδρίαν ἐν τοῖρ Διονυσιακοῖρ
ἀγώνοιρ, τᾶν τε θυσιᾶν καὶ τιμᾶ‵ν′ πασᾶν
μετέχην, καθὼρ καὶ τοὶ λοιποὶ θεαροδόκοι
καὶ εὐεργέται μετέχοντι. δόμεν δὲ αὐτοῖ
καὶ Δαμοκράτη τὸν ταμίαν ξένια τὰ
30 μέγιστα ἐκ τῶν νόμων. τὸ δὲ ψάφισμα
τὸ γεγονὸρ ἀπὸ τᾶρ βωλᾶρ γραφὲν ἐγ χάλκω-
μα ἀνατεθᾶι ἐν τὸ ἰαρὸν τῶ Διὸρ τῶ Ὀλυμπίω·
τὰν δὲ ἐπιμέλειαν τᾶρ ἀναθέσιορ ποήασσαι
Αἰσχίναν τὸν ἐπιμελητὰν τᾶν ἴππων·
35 περὶ δὲ τῶ ἀποσταλᾶμεν τοῖρ Τενεδίοιρ
τὸ γεγονὸρ ψάφισμα ἐπιμέλειαν ποιήαται
Νικόδρομορ ὀ βωλογράφορ ὄπωρ δοθᾶι τοῖρ
θεαροῖρ τοῖρ ἐμ Μίλητον ἀποστελλομέ-
νοιρ ποτὶ τὰν θυσίαν καὶ τὸν ἀγῶνα
40 τῶν Διδυμείων.
Search Help
Contact Us