Decree of the Eleians recognizing the asylia of the Koan Asklepieion.  Pedimental stele of white marble.
[ ] Kos Isl. — Kos — Asklepieion — 242 BC — Asylieurkunden aus Kos (1952) 11, 4 — SEG 12.371, ll. 32-40 — IG XII 4,1 215(IV)
1                             Ἀλείων.
ἐπεὶ τοὶ Κῶιοι ἀποστείλαντες ποτὶ τὰν πόλιν ἀρχιθέαρον Ἀρισ-
τόλοχον καὶ θεαρὸ[ρ] Ἡράκλειτον καὶ Μακαρέα ἐπαγγέλ-
λοντι τὰν θυσίαν τοῖ Ἀσ[κλ]απιοῖ καὶ αἰ[τ]έοντι δὴν τὸ ἱερὸν
5 ἄσυλον ἦμεν, ἔδοξε τᾶι πόλει τάν τε ἐκε[χ]ηρίαν δέχεσθα[ι]
καὶ τὸ ἱερὸν τῶ Ἀσκλαπιῶ τῶ ἐν Κῶι ἄσυλο[ν] ἦμεν ἀπό τε Ϝαλ[εί]-
ων καὶ τῶν Ϝάλει κατοικεόντ[ω]ν [— — c.10 — —] ἀλίασμα πο-
τὶ τό κα ἐὸν ὐπὸ ταμιᾶν [— — c.9 — —]Λ[․]αν καὶ ξένι[α] τὸρ θεα-
ροῖρ ἀμέρας δέκα, γʹ ἐφιστίοιρ τελείαρ δραχμᾶν ξʹ.
Search Help