Citizenship decree of the Triphylians.  Bronze tablet. Transitional alphabet.
[ ] Triphylia — Makiston (Skillountia-Mazi) — 399-369 BC — A.I. Trianti, Ho glyptos diakosmos, Diss. (1985) 26-33; 143-147 — SEG 35.389
1   ἔδοξε τοῖρ Τριφυλίοιρ· ὄσσοι ἐν τοῖ
  πίνακι ἐνηγράφενται Μακιστί-
  οιρ ἦμεν· αἰ δέ τιρ συλαία τὰμ
  πολιτείαν αἴτε ἐκ τελέων
5   ἀποστέλλοι δικαίωρ πο-
  λιτειομένοιρ καὶ κατ
  τὸν <νόμον>, ἀσεβήτω ποτ τᾶρ Ἀ-
  θάναρ. Δαιμάχοˉ δαμιω-
  ργο͂, κατακόω Ἀγησιδά-
10   μω, Δίω μηνός· ⋮ Λυσιάδας, ⋮ Ἀγίας,
Μενάλκης, ⋮ Ἀγεμονεύς, ⋮ Φίλιππος, Συλεύς,
Ἄπελλις, ⋮ Ἐταίριχος, ⋮ Προνόα, ⋮ Φίλυκος, ⋮ Χάροψ,
   Δαιμένης, ⋮ Πυθίων.
Search Help
Contact Us