Funerary epigram for the architect Harpalos. Rectangular marble plaque, in five joining fragments.
[ ]
Egypt — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — beg. 3rd c. AD — W. Peek, GVI I 1846 — E. Bernand, Inscr. métriques (1969) 128, 23
1 | Ἁρπάλου εἰμὶ τάφος. —— τίνος Ἁρπάλου ; —— Ἅρπαλον ἴ|σθι |
Δαιδαλέης σοφίης τὸν πολυτεχνότατον. —— | |
ἔγνων, ὦ Μοῖραι· πολυμήχανος ὤλετο τέχνη· | |
τίς τούτῳ ζώντων ἄλλος ὅμοιος ἀνήρ; | |
5 | —— οὗτος ὁ κοσμήσας περιμή<κ>εα τείχεα νηῶν, |
στήσας αἰθούσσαις κίονας ὑψορόφους, | |
πολλάκι καὶ κορυφὰς ὀρέων ἴσα κάρφε<α> κό|ροι | |
ἤγαγε πειθομένας λεπταλέοισι κάλοις. | |
—— οὕτως Ἀμφείων, οὕτως Ὀρφεύς ποτε πέτρα{ι}ς {²⁶πέτρας}²⁶ | |
10 | μολπῇ θελγομένας ἦγον ἄνευ καμάτων. |
—— ἴσθι καὶ Ἁρπάλου υἱὸν Ἀχιλλέα κείμενον ὧδε, | |
κοινὴ δ’ ἀμφοτέρους ἀμφεκάλυψε σορός. | |
—— ἀλλ’ οὐ θαυμάζω· κρατερώτερα νήματα Μοιρῶν, | |
πρὸς θάνατον δ’ οὐδεὶς μάγγανον εὗρε | |
15 | σοφῶν. |