Funerary epigram for the architect Harpalos.  Rectangular marble plaque, in five joining fragments.
[ ] Egypt — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — beg. 3rd c. AD — W. Peek, GVI I 1846 — E. Bernand, Inscr. métriques (1969) 128, 23
1 Ἁρπάλου εἰμὶ τάφος. —— τίνος Ἁρπάλου ; —— Ἅρπαλον ἴ|σθι
Δαιδαλέης σοφίης τὸν πολυτεχνότατον. ——
ἔγνων, ὦ Μοῖραι· πολυμήχανος ὤλετο τέχνη·
τίς τούτῳ ζώντων ἄλλος ὅμοιος ἀνήρ;
5 ~z5
—— οὗτος ὁ κοσμήσας περιμή<κ>εα τείχεα νηῶν,
στήσας αἰθούσσαις κίονας ὑψορόφους,
πολλάκι καὶ κορυφὰς ὀρέων ἴσα κάρφε<α> κό|ροι
ἤγαγε πειθομένας λεπταλέοισι κάλοις.
10 —— οὕτως Ἀμφείων, οὕτως Ὀρφεύς ποτε πέτρα{ι}ς {²⁶πέτρας}²⁶
μολπῇ θελγομένας ἦγον ἄνευ καμάτων.
—— ἴσθι καὶ Ἁρπάλου υἱὸν Ἀχιλλέα κείμενον ὧδε,
κοινὴ δ’ ἀμφοτέρους ἀμφεκάλυψε σορός.
—— ἀλλ’ οὐ θαυμάζω· κρατερώτερα νήματα Μοιρῶν,
PRO\S QA/NATON D' OU)DEI\S MA/GGANON EU(=RE
15                        σοφῶν.
Search Help
Contact Us