Funerary epigrams for Hermokrates, son of Hermaios.  Plaster-coated brick pyramidion; inscriptions painted in red ink.
[ ] Egypt — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — end 2nd/beg. 3rd c. AD — SEG 20.661-664 — E. Bernand, Inscr. métriques (1969) 115, 22
I.1 Ἑρμαίου πάϊς Ἑρμοκράτη{η}ς {²⁶Ἑρμοκράτης}²⁶ νέος ἐνθάδε κεῖμαι,
   παιδοτρίβης σθεναρός, τρὶς δέκα καὶ δύ’ ἐτῶν.
τοὔνεκα καὶ μήτηρ ἐπ’ ἐμοὶ θάνεν ὀξέϊ πότμῳ,
    πένθεϊ λευγαλέῳ τειρομένη κραδίην̣.
5 πολλὰ παλαισμοσύνης ἐδάην τέχνῃ μόνος ἔργα,
πολλοὺς ἀθλοσύνης ἐξεδίδαξα μ̣όγου̣ς̣
ἀλλ’ οὐδεὶς μερόπων εὗρεν Θανάτοιο [⏑ – – ⏓],
   κεῖνος δὲ ῥήσσει πάντας, ὅπως ἐθέλει·
οὐδὲ Μίλων δένδρων σθεναρώτερος ἔκφυ-
10 γε Κῆρα, /
ν̣ι̣κηθεὶς δ’ ἔπεσεν δένδρεον ὡς ἁνέμῳ.
II.1   κεῖται πᾶσι̣ θανεῖν καὶ μόρσιμόν ἐστιν ἑκάστ̣ῳ,
   ἀλλ’ οἰκτρὸν προθανεῖν παῖδα φίλον γονέων.
τύμβος ταῦτα λέγων κρύπτω νέκυν αἴλινον ὧδε,
  ὃν τοκέες θάψαν πολλὰ μάλ’ ἀχνύμενοι.
5 καὶ τίνα φῇς τοῦτον, πατρὸς δὲ τίνος προθανόντα ;
  γνώσει πάντα σαφῶς γράμμα διερχόμενος.
Ἑρμαίου φίλο̣ν υἱὸν̣ [ὃς] Ἑ̣ρ̣μ̣οκράτης ἐκαλεῖτο,
[– ⏑ ⏑ – ⏑ ⏑ – – ⏑ ⏑]ΝΩΝ σθεναρῶν·
                                                      οὗτος δ’ ἐ̣ξ̣εδίδαξεν ἀεθλεύοντας ἐφήβους
10                                                         πάντ̣α̣ς̣ ν̣ι̣κῆσαι μηδὲ πεσεῖν ἐπὶ γῆν.
                                                      ἀλλὰ πεσὼν̣ [α]ὐτὸς Θανάτου κρατεραῖς παλάμαισι
                                                        κεῖται νικηθεὶς [– ⏑ ⏑ –]ΝΟϹ ὅδε.
                                                      οὐδ’ ἔλιπεν παῖδας· πρὸ γάμου γὰρ ἀπώλετ’
                                                      ἄνυμφος, /
15                                                         ἕνδεκα τρὶς τελέσας μοῦνον ἔτη βιό-
                                                        του. /
III.1 ἐνθάδ’ ἀπορή-
ξας ψυχὴν ὁ πάροι-
θε {ν} πολείτας /
πολλοὺς ἀθλήσαν̣τας̣
5 ἐφεξείης <συ>νεφήβους /
ἀρξάμενος στεφανοῦν, οὐ-
κ ἀπέληγον ἔθο̣υ̣ς̣, /
Ἑρμοκράτη̣ς, Ἑρμαῖον ἐμὸν
γενέτην καταλείψας, /
10 ἤ̣δη γηραιοῖσιν ἐφερπύζοντα μέ-
λεσσιν, /
οὐκέτι γηροκόμον με, τὸν εὔξατο,
παῖδα κιχήσας, /
μητέρα, τ̣ὴν ἀχέεσσιν ἐμ̣[οῖ]ς βαρ[υπεν]-
15 θέει θυμῷ /
ἤγαγεν εἰς Ἀοΐδην Θάνατος, μὴ δά̣-
[δ]ας ἰ̣δ̣ο̣ῦσαν /
νυμφιδίας, χείρε̣σ̣σ̣ι̣ν̣ ἑ̣αῖ̣ς̣ α̣ἴ̣ρου‵σαν′ ἐν οἴκοις /
ἡμετέροις <τ>ρομερ{ε}αῖσιν {²⁶τρομεραῖσιν}²⁶ ἐπ’ ὠλενίαι-
20 σιν ἔχουσαν· /
ἀλλ’ ὅτε καὶ γάμον ἧπ̣τ̣ε, κατέσβετο
καὶ γλυκὺς αἰών. /
IV.1 Ἑρμαίου πάϊς εἰμι νέος [⏑ ⏑ – ⏑ ⏑ – –]
    ἡλίκον εἶπε γαμε̣ῖ̣ν̣ Α̣Φ̣Μ̣Ι̣[— 5-6 —]ΔΟϹ.
μ̣έ̣τ̣ρ̣ι̣ος ἦν, ὅτ’ ἔην, ἐνὶ γ̣υ̣μ̣νασίοις [⏑ ⏑ – –]
    σε̣μ̣ν̣ὸ̣ς παιδοτ̣[ρίβης, τ]οὔνομ[α δ’ Ἑ]ρμ̣ο̣κ̣[ράτη]ς,
5 ὃς <σ>τεφάν̣ο̣υ̣ν π[ολλοὺς] κατ’ ἔτος [ν]ικῶ̣ν̣[τας] ἐφήβους.
    ἀλλ’ οὐδεὶ[ς μερόπων(?) — — — — —]δ̣ύν̣[αται].
τοὔνεκεν οὐ̣κ ἔτ̣λ̣η̣ [μετ’] ἐμὸ[ν μ]όρον [εἰσέτι(?)] μ̣ήτηρ
   ζώειν, ἀλλὰ μόνο[υς τρεῖς ἴδ]εν ἠ[ε]λίους.
Search Help
Contact Us