Funerary epigrams for Hermokrates, son of Hermaios. Plaster-coated
brick pyramidion; inscriptions painted in red ink.
[ ]
Egypt — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — end 2nd/beg. 3rd c. AD — SEG 20.661-664 — E. Bernand, Inscr. métriques (1969) 115, 22
I.1 | Ἑρμαίου πάϊς Ἑρμοκράτη{η}ς {²⁶Ἑρμοκράτης}²⁶ νέος ἐνθάδε κεῖμαι, |
παιδοτρίβης σθεναρός, τρὶς δέκα καὶ δύ’ ἐτῶν. | |
τοὔνεκα καὶ μήτηρ ἐπ’ ἐμοὶ θάνεν ὀξέϊ πότμῳ, | |
πένθεϊ λευγαλέῳ τειρομένη κραδίην̣. | |
5 | πολλὰ παλαισμοσύνης ἐδάην τέχνῃ μόνος ἔργα, |
πολλοὺς ἀθλοσύνης ἐξεδίδαξα μ̣όγου̣ς̣ | |
ἀλλ’ οὐδεὶς μερόπων εὗρεν Θανάτοιο [⏑ – – ⏓], | |
κεῖνος δὲ ῥήσσει πάντας, ὅπως ἐθέλει· | |
οὐδὲ Μίλων δένδρων σθεναρώτερος ἔκφυ- | |
10 | γε Κῆρα, / |
ν̣ι̣κηθεὶς δ’ ἔπεσεν δένδρεον ὡς ἁνέμῳ. | |
II.1 | κεῖται πᾶσι̣ θανεῖν καὶ μόρσιμόν ἐστιν ἑκάστ̣ῳ, |
ἀλλ’ οἰκτρὸν προθανεῖν παῖδα φίλον γονέων. | |
τύμβος ταῦτα λέγων κρύπτω νέκυν αἴλινον ὧδε, | |
ὃν τοκέες θάψαν πολλὰ μάλ’ ἀχνύμενοι. | |
5 | καὶ τίνα φῇς τοῦτον, πατρὸς δὲ τίνος προθανόντα ; |
γνώσει πάντα σαφῶς γράμμα διερχόμενος. | |
Ἑρμαίου φίλο̣ν υἱὸν̣ [ὃς] Ἑ̣ρ̣μ̣οκράτης ἐκαλεῖτο, | |
[– ⏑ ⏑ – ⏑ ⏑ – – ⏑ ⏑]ΝΩΝ σθεναρῶν· | |
οὗτος δ’ ἐ̣ξ̣εδίδαξεν ἀεθλεύοντας ἐφήβους | |
10 | πάντ̣α̣ς̣ ν̣ι̣κῆσαι μηδὲ πεσεῖν ἐπὶ γῆν. |
ἀλλὰ πεσὼν̣ [α]ὐτὸς Θανάτου κρατεραῖς παλάμαισι | |
κεῖται νικηθεὶς [– ⏑ ⏑ –]ΝΟϹ ὅδε. | |
οὐδ’ ἔλιπεν παῖδας· πρὸ γάμου γὰρ ἀπώλετ’ | |
ἄνυμφος, / | |
15 | ἕνδεκα τρὶς τελέσας μοῦνον ἔτη βιό- |
του. / | |
III.1 | ἐνθάδ’ ἀπορή- |
ξας ψυχὴν ὁ πάροι- | |
θε {ν} πολείτας / | |
πολλοὺς ἀθλήσαν̣τας̣ | |
5 | ἐφεξείης <συ>νεφήβους / |
ἀρξάμενος στεφανοῦν, οὐ- | |
κ ἀπέληγον ἔθο̣υ̣ς̣, / | |
Ἑρμοκράτη̣ς, Ἑρμαῖον ἐμὸν | |
γενέτην καταλείψας, / | |
10 | ἤ̣δη γηραιοῖσιν ἐφερπύζοντα μέ- |
λεσσιν, / | |
οὐκέτι γηροκόμον με, τὸν εὔξατο, | |
παῖδα κιχήσας, / | |
μητέρα, τ̣ὴν ἀχέεσσιν ἐμ̣[οῖ]ς βαρ[υπεν]- | |
15 | θέει θυμῷ / |
ἤγαγεν εἰς Ἀοΐδην Θάνατος, μὴ δά̣- | |
[δ]ας ἰ̣δ̣ο̣ῦσαν / | |
νυμφιδίας, χείρε̣σ̣σ̣ι̣ν̣ ἑ̣αῖ̣ς̣ α̣ἴ̣ρου‵σαν′ ἐν οἴκοις / | |
ἡμετέροις <τ>ρομερ{ε}αῖσιν {²⁶τρομεραῖσιν}²⁶ ἐπ’ ὠλενίαι- | |
20 | σιν ἔχουσαν· / |
ἀλλ’ ὅτε καὶ γάμον ἧπ̣τ̣ε, κατέσβετο | |
καὶ γλυκὺς αἰών. / | |
IV.1 | Ἑρμαίου πάϊς εἰμι νέος [⏑ ⏑ – ⏑ ⏑ – –] |
ἡλίκον εἶπε γαμε̣ῖ̣ν̣ Α̣Φ̣Μ̣Ι̣[— 5-6 —]ΔΟϹ. | |
μ̣έ̣τ̣ρ̣ι̣ος ἦν, ὅτ’ ἔην, ἐνὶ γ̣υ̣μ̣νασίοις [⏑ ⏑ – –] | |
σε̣μ̣ν̣ὸ̣ς παιδοτ̣[ρίβης, τ]οὔνομ[α δ’ Ἑ]ρμ̣ο̣κ̣[ράτη]ς, | |
5 | ὃς <σ>τεφάν̣ο̣υ̣ν π[ολλοὺς] κατ’ ἔτος [ν]ικῶ̣ν̣[τας] ἐφήβους. |
ἀλλ’ οὐδεὶ[ς μερόπων(?) — — — — —]δ̣ύν̣[αται]. | |
τοὔνεκεν οὐ̣κ ἔτ̣λ̣η̣ [μετ’] ἐμὸ[ν μ]όρον [εἰσέτι(?)] μ̣ήτηρ | |
ζώειν, ἀλλὰ μόνο[υς τρεῖς ἴδ]εν ἠ[ε]λίους. |