Funerary epigram for Isidora. Funerary house no. 1; inscription in black ink.
[ ]
Egypt — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — 2nd c. AD — SB 5,1 (1934) 7541 — SEG 8.474 — E. Bernand, Inscr. métriques (1969) 350, 87
1 | οὐκέτι σοι μέλλω θύειν, θύγα[τερ, μετ]ὰ κλ̣[α]υ̣θμοῦ, |
ἐξ οὓ δὴ ἔγνων ὡς θεὸς ἐξεγένου. | |
λοιβαῖς εὐφημεῖτε καὶ εὐχωλαῖς Ἰσιδώραν, | |
ἣ νύμφη Νυμφῶν ἁρπαγίμη γέγονεν. | |
5 | χαῖρε, τέκος· Νύμφη ὄνομ’ ἐστί σοι, ἰδέ τε Ὧραι |
σπένδουσιν προχοαῖς ταῖς ἰδί[α]ι̣ς̣ κατ’ ἔτος· | |
χειμῶν μὲν γάλα λευκόν̣, ἀλε̣ί̣φατον ἄνθος ἐλαίης, | |
ναρκίσσωι δὲ στέφει, ἄνθει ἁβροτάτωι· | |
Εἶαρ δ’ αὐτομάτης πέμπει γόνον ἔνθα μελίσσης, | |
10 | καὶ ῥόδον ἐκ καλύκων, ἄνθος Ἔρωτι φίλον· |
καῦμα δ’ ἄρ’ ἐκ ληνοῦ Βάκχου πόμα καὶ στέγανόν σοι | |
ἐκ σταφυλῆς, δῆσαν βότρυας ἀκρεμόνων. | |
ταῦτά νυ σοί· τάδε πάντα ἐτήσια ἔνθα τελεῖται | |
τεθμὸς ἅτ’ ἀθανάτοις· τοὔνεκα δ’ αὐτὸς ἐγὼ | |
15 | οὐκέτι σοι μέλλω θύειν, θύγατερ, μετὰ κλαυθμοῦ. |