Funerary epigram for Isidora.  Funerary house no. 1; inscription in black ink.
[ ] Egypt — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — 2nd c. AD — SB 5,1 (1934) 7541 — SEG 8.474 — E. Bernand, Inscr. métriques (1969) 350, 87
1 οὐκέτι σοι μέλλω θύειν, θύγα[τερ, μετ]ὰ κλ̣[α]υ̣θμοῦ,
ἐξ οὓ δὴ ἔγνων ὡς θεὸς ἐξεγένου.
λοιβαῖς εὐφημεῖτε καὶ εὐχωλαῖς Ἰσιδώραν,
ἣ νύμφη Νυμφῶν ἁρπαγίμη γέγονεν.
5 χαῖρε, τέκος· Νύμφη ὄνομ’ ἐστί σοι, ἰδέ τε Ὧραι
σπένδουσιν προχοαῖς ταῖς ἰδί[α]ι̣ς̣ κατ’ ἔτος·
χειμῶν μὲν γάλα λευκόν̣, ἀλε̣ί̣φατον ἄνθος ἐλαίης,
ναρκίσσωι δὲ στέφει, ἄνθει ἁβροτάτωι·
Εἶαρ δ’ αὐτομάτης πέμπει γόνον ἔνθα μελίσσης,
10 καὶ ῥόδον ἐκ καλύκων, ἄνθος Ἔρωτι φίλον·
καῦμα δ’ ἄρ’ ἐκ ληνοῦ Βάκχου πόμα καὶ στέγανόν σοι
ἐκ σταφυλῆς, δῆσαν βότρυας ἀκρεμόνων.
ταῦτά νυ σοί· τάδε πάντα ἐτήσια ἔνθα τελεῖται
τεθμὸς ἅτ’ ἀθανάτοις· τοὔνεκα δ’ αὐτὸς ἐγὼ
15 οὐκέτι σοι μέλλω θύειν, θύγατερ, μετὰ κλαυθμοῦ.
Search Help
Contact Us