Funerary epigram for an unnamed child of Epimachos. Funerary pyramidion; inscription in red ink below a niche on the east face.
[ ]
Egypt — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — 2nd c. AD — SEG 8.621 — SB 5,2 (1938) 7871 — E. Bernand, Inscr. métriques (1969) 377, 97
1 | τὸν Ἐπιμάχου με παῖδα μὴ παραδράμῃς, |
ὁδεῖτα, σο̣ιγῇ {²⁶σιγῇ}²⁶· μεῖνον, οὐ δυσωδία | |
παρ’ ἐμοί σε λυπεῖ τῆς ἀηδοῦς κε̣δρίας· | |
σταθεὶς ἐπάκουσον ὀλίγον εὐώδους νεκροῦ. | |
5 | τῆς γειναμένης ὁ πάππος ἄρξας εὐγενῶς |
Ἐπίμαχον ἔσχεν υἱὸν οὐκ [ἐ]ψευσμένον | |
οὐδ’ αὐτὸν εὐθὺς τὸ γένος· ἐπὶ τῶι πατρὶ γὰρ | |
ἀγορανομίαν ἀπέδωκε τῇ πόλει καλῶς· | |
οὑμὸς πατήρ ἐσθ’ οὗτος· ἐπίσημος πλέον | |
10 | ἱπποτροφῶν ἐγένετο νίχαις μυρίαις. |
ἔγνως με, ἀνέμνησέν σε τὸ στάδιον ταχύ. | |
μειράχιον ὄντα, μοῦνα δέ με δώδεκα | |
ἔτη βιώσαντ’, εὐθέως Ἱ[μαρ]μένης | |
τέλος πονηρὸν ἢ Θανάτου κοινὸς νόμος | |
15 | ἑμάρανε, Βηχὶ χρησάμενος διακόνωι. |
βλέπε, μὴ δακρύσῃς, φίλτατ’· αὐτὸ τοῦτο γὰρ | |
μεισῶν ἐκέλευσα μηδὲ τὰς καλουμένας | |
θρηνητρίας μοι τὸν Φιλερμῆν παραλαβεῖν, | |
εὔνουν ἀδελφὸν ὄντα μοι καὶ γνήσιον, | |
20 | οὐ τῆι φύσει μὲν (ἧιπερ ἦν ἀνεψιός), |
στοργῆι δὲ νικήσαντα καὶ τάξιν πατρός· | |
τούτωι προσέταξα μή με θρηνεῖν μηδόλως | |
μηδὲ κατορύξαντ’ αὖθις ἀνορύττειν πάλιν, | |
μιᾶι δὲ καὶ μόνηι με περιβαλεῖν ταφῆι | |
25 | χωρὶς κεδρίας καὶ τῆς δυσώδους ἀποφορᾶς, |
ἵνα μή με φεύγῃς οἷα τοὺς ἄλλους νεκρούς. | |
27 | εἰ καὶ Μοῖρα πρόμοιρον ἀπήγαγεν εἰς Ἄιδός με, |
τοῖς νεκρῶν θρήνοις οὐχ ἐπιτερπόμεθα, | |
οὐδὲ ταφαῖς πολλαῖς καὶ θηλυτέροις ὀλοφυρμοῖς· | |
30 | κοινὸς γὰρ πάντων λυσιμελὴς θάνατος. |