Epitaph of the athlete Marcus Aurelius Ammonius. Fragmentary plaque of bluish marble.
[ ]
Egypt — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — 1st third of 3rd c. AD — RA (1960.1) 77, I — SEG 18.692; 41.1627 — SB 8,2 (1967) 10057
1 | Μᾶρκος Αὐρήλιος Ἀμμώνιο[ς] νε[ωκόρ]ος |
τοῦ μεγάλου Σαράπιδ[ος ․․․․․․․ν]ί̣κης | |
ξυστάρχης, γενόμενο[ς ἀρχιδ]ικαστὴς | |
τῆς λαμπροτάτης πόλεως [τῶν Ἀλ]εξανδρέων. | |
5 | ὁρκίζω σέ, ἄνθρωπε, τὸν̣ [παρ]ελ̣[θό]ν̣τα |
θεοὺς καὶ θεὰς καὶ δαίμονα[ς τοὺς μεγ]ίστους | |
τὸν χῶρον κατέχοντας μήτ[ε ἓν γ]ράμμα | |
ἀφανίσαι τῶν ἐνγεγραμμένων μήτε λ[ί]θ̣ον | |
ἀφελεῖν. τὰ γὰρ ἔνδον σώματά ἐστιν π[α]τρός | |
10 | μου καὶ μητρὸς καὶ ἀδελφοῦ καὶ ἀδελφῆς |
καὶ ἀδελφιδῆς καὶ μάμμης καὶ φίλου πολ- | |
λά μοι συναποδημήσαντος καὶ καμόντος | |
παρὰ τὸν καιρὸν τῆς ἀθλήσεως. ταῦτά σου | |
δέομαι· οὕτως τυχεῖν γένοιτο τῶν | |
15 | ἐν βίῳ ἀγαθῶν εὐορκοῦντι, παρακούον- |
τι δὲ τὰ ἐναντία. |