Federal proxeny decree for hostages from Boiotia and Phokis. Stone now lost.
[ ]
Achaia — Aigion — 228/227 BC — CIG 1542 — SGDI II 1636 — Syll.³ 519
| 1 | ἔδοξε τῶι κοινῶι τῶν Ἀχαιῶν· τοῖς ὁμήροις τῶν |
| Βοιωτῶν καὶ Φωκέων προξενίαν δόμεν αὐτοῖς | |
| καὶ ἐκγόνοις, Εὐδάμωι Βρύχωνος Πλαταιεῖ, Ἀρχελαΐ[δαι] | |
| Ὀλυμπίωνος Ταναγραίωι, Ἀριστομένει Μειλίχου | |
| 5 | Ὠρωπίωι, Ἀπολλοδώρωι Ἀσκληπιοδώρου Κορωνεῖ, |
| Ἀκροτάτωι Ἰσμηνοδώρου Θηβαίωι, Ῥόδωνι Τιμο- | |
| κράτους Ἁλιαρτίωι, Ἀριστίωνι Καλλιππίδου Ὀρχο- | |
| μενίωι, Νικέαι Κορρ̣ινάδου Θεσπιεῖ, Κλεαρέτωι | |
| Ἀντιλέοντος Φανοτεῖ, Λεοντιάδηι Νικοβούλου Ἐ- | |
| 10 | λατεῖ· καὶ εἶμεν αὐτοῖς ἀτέλειαν καὶ ἀσυλίαν καὶ πολέ- |
| μου καὶ εἰρήνης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, | |
| καὶ τἆλλα πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
| [κ]αὶ εὐεργέταις δίδοται. ἐπὶ δαμιορ[γῶν ․․․․․]ηγα Βου- | |
| ρίου, Νικανδρίδα [— — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — —] |