Letter of the proconsul Q. Fabius Maximus Servilianus to the people of
Dyme. Marble plaque with upper molding, in four joining fragments,
broken at the bottom.
[ ]
Achaia — Dyme (Kato Achaia) — 144/143 BC — CIG 1543 — Syll.³ 684 — R. Sherk, RDGE 246, 43
1 | {Ε} ἐπὶ θεοκόλου Λέωνος, v γραμματέ- |
ος τοῦ συνεδρίου Στρατοκλέος. | |
Κόιντος Φάβιος Κοΐντου Μάξιμος ἀνθύπατος Ῥωμαίων Δυμαί- | |
ων τοῖς ἄρχουσι καὶ συνέδροις καὶ τῆι πόλει χαίρειν· τῶν περὶ | |
5 | Κυλλάνιον συνέδρων ἐμφανισάντων μοι περὶ τῶν συντελε- |
σθέντων παρ’ ὑμῖν ἀδικημάτων, λέγω δὲ ὑπὲρ τῆς ἐμπρήσε- | |
ως καὶ φθορᾶς τῶν ἀρχ<εί>ων καὶ τῶν δημοσίων γραμμάτων, ὧν ἐγε- | |
γόνει ἀρχηγὸς τῆς ὅλης συγχύσεως Σῶσος Ταυρομένεος ὁ | |
καὶ τοὺς νόμους γράψας ὑπεναντίους τῆι ἀποδοθείσηι τοῖς | |
10 | [Ἀ]χαιοῖς ὑπὸ Ῥωμαίων πολιτ[εία]ι, περὶ ὧν τὰ κατὰ μέρος διή[λ]θο- |
[μεν ἐν Πά]τραις μετὰ τοῦ παρόντ̣[ο]ς συμβουλίου· ἐπεὶ οὖν οἱ διαπρα- | |
[ξά]μενοι ταῦτα ἐφαίνοντό μοι τῆς χειρίστης κ[ατασ]τάσεως | |
[κ]αὶ ταραχῆς κα[τασκευὴν] π̣οιούμενοι̣ [τοῖς Ἕλλησι πᾶσ]ι̣ν· οὐ μό- | |
ν[ον γὰρ] τῆς πρ[ὸ]ς ἀλλήλου[ς] ἀσυναλλ[α]ξ[ία]ς̣ καὶ χρε[ωκοπίας οἰ]- | |
15 | [κεί]α̣ ἀλλὰ καὶ [τ]ῆ̣ς ἀποδεδομένης κατὰ [κ]οινὸν τοῖς Ἕλλη[σιν ἐ]- |
λευθερίας ἀλλότρια καὶ τῆ[ς] ἡμετέ[ρα]ς προαιρέσεως· ἐγ[ὼ πα]- | |
ρασχομένων τῶν κατηγόρων ἀληθινὰς ἀποδείξεις Σῶ- | |
σον μὲν τὸν γεγονότα ἀρχηγὸν̣ [τ]ῶν πραχθέντων καὶ νο- | |
μογραφήσαντα ἐπὶ καταλύσει τῆς ἀποδοθείσης πολιτεί- | |
20 | [α]ς κρίνας ἔνοχον εἶναι θανάτωι πα[ρ]εχώρισα, ὁμοίως δὲ καὶ |
[․․․]μίσκον Ἐχεσθένεος τῶν δαμιοργῶν τὸν συμπράξαντα | |
[τοῖ]ς ἐμπρήσασι τὰ ἀρχεῖα καὶ τὰ δημόσια γράμματα, ἐπεὶ καὶ | |
[αὐτὸς] ὡμολόγησεν· Τιμόθεον δὲ Νικέα τὸμ μετὰ τοῦ Σώσου | |
[γεγονό]τα νομογράφον, ἐπεὶ ἔλασσον ἐφαίνετο ἠδικηκώς, ἐ- | |
25 | [πέταξα] προάγειν εἰς Ῥώμην ὁρκίσας, ἐφ’ [ὧ]ι τῆι νουμηνίαι τοῦ ἐν- |
[άτου μηνὸ]ς ἔστα[ι] ἐκεῖ καὶ ἐμφανίσας τ[ῶι ἐ]π̣ὶ τῶν ξένων στρατη- | |
[γῶι ․․․․]#⁷ΑΝ̣[․․ π]ρότερον ἐπάν̣εισ[ιν εἰ]ς οἶκον, ἐὰ̣[ν μ]ὴ ΑΥ̣[․c.3․] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] |