[ ]
Att. — stoich. 32 — 300-250
1 | Διόδωρος Πειραιεὺς εἶπεν· ἐπειδὴ Καλλ- |
ιδάμας Καλλιμέδοντος Χολλείδης ἀνὴρ | |
ἀγαθός ἐστιμ περί τε τὸν δῆμον τὸν Ἀθην- | |
αίων καὶ τὸν δῆμον τὸμ Πειραιέων καὶ πο- | |
5 | εῖ ἀγαθὸν ὅτι δύναται καὶ τὴν εὔνοιαν ἐ- |
νδέδεικται ἐπὶ τῶγ καιρῶν, δεδόχθαι Πε- | |
ιραιεῦσιν ἐπαινέσαι Καλλιδάμαντα κα- | |
ὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἀρετῆς ἕ- | |
νεκα καὶ δικαιοσύνης τῆς εἰς τὸν δῆμον | |
10 | τὸν Ἀθηναίων καὶ τὸν δῆμον τὸν Πειραιῶ- |
ν καὶ ὅταν θύωσι Πειραιεῖς ἐν τοῖς κοιν- | |
οῖς ἱεροῖς νέμειν καὶ Καλλιδάμαντι με- | |
ρ̣ίδα καθάπερ καὶ τοῖς ἄλλοις Πειραιεῦ- | |
σιν καὶ συνεστιᾶσθαι Καλλιδάμαντα με- | |
15 | τὰ Πειραιέων ἐν ἅπασι τοῖς ἱεροῖς πλὴν |
εἴ που αὐτοῖς Πειραιεῦσιν νόμιμόν ἐστ- | |
ιν εἰσιέναι, ἄλλωι δὲ μή· κατανεῖμαι δὲ α- | |
ὐτὸν καὶ εἰς τριακάδα ἣν ἂν αὐτὸς βούλη- | |
ται. εἶναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τῶι | |
20 | θεάτρωι, ὅταμ ποιῶσι Πειραιεῖς τὰ Διον- |
ύσια, οὗ καὶ αὐτοῖς Πειραιεῦσι κατανέμ- | |
εται καὶ εἰσαγέτω αὐτὸν ὁ δήμαρχος εἰς | |
τὸ θέατρον καθάπερ̣ τοὺς ἱερεῖς καὶ τοὺ- | |
ς ἄλλους οἷς δέδοται ἡ προεδρία παρὰ Πε- | |
25 | ιρ̣αιέων· τελεῖν δὲ αὐτὸν τὰ αὐτὰ τέλη ἐν |
τῶι δήμωι ἅπερ ἂγ καὶ Πειραιεῖς καὶ μὴ ἐ- | |
γλέγειμ παρ’ αὐτοῦ τὸν δήμαρχον τὸ ἐγκτ- | |
ητικόν. ἀνειπεῖν δ’ ἐν τῶι θεάτρωι τὸν κή- | |
ρυκα τραγωιδῶν τῶι ἀγῶνι ὅτι στεφανοῦ- | |
30 | σι Πειραιεῖς Καλλιδάμαντα Καλλιμέδο- |
ντος Χολλείδην ἀρετῆς ἕνεκα καὶ εὐνοί- | |
ας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸ- | |
ν δῆμον τὸμ Πειραιέων, ὅπως ἂν εἰδῶσι πά- | |
ντες ὅτι ἐπίστανται Πειραιεῖς χάριτα- | |
35 | ς ἀξίας ἀποδιδόναι τοῖς φιλοτιμουμέν- |
οις εἰς αὐτούς. v ἀναγράψαι δὲ τόδε τὸ ψή- | |
φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τ- | |
ῶι ἱερῶι τῆς Ἑστίας. vacat | |
coronae |