[ ] Att. — stoich. 32 — 300-250
1 Διόδωρος Πειραιεὺς εἶπεν· ἐπειδὴ Καλλ-
ιδάμας Καλλιμέδοντος Χολλείδης ἀνὴρ
ἀγαθός ἐστιμ περί τε τὸν δῆμον τὸν Ἀθην-
αίων καὶ τὸν δῆμον τὸμ Πειραιέων καὶ πο-
5 εῖ ἀγαθὸν ὅτι δύναται καὶ τὴν εὔνοιαν ἐ-
νδέδεικται ἐπὶ τῶγ καιρῶν, δεδόχθαι Πε-
ιραιεῦσιν ἐπαινέσαι Καλλιδάμαντα κα-
ὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἀρετῆς ἕ-
νεκα καὶ δικαιοσύνης τῆς εἰς τὸν δῆμον
10 τὸν Ἀθηναίων καὶ τὸν δῆμον τὸν Πειραιῶ-
ν καὶ ὅταν θύωσι Πειραιεῖς ἐν τοῖς κοιν-
οῖς ἱεροῖς νέμειν καὶ Καλλιδάμαντι με-
ρ̣ίδα καθάπερ καὶ τοῖς ἄλλοις Πειραιεῦ-
σιν καὶ συνεστιᾶσθαι Καλλιδάμαντα με-
15 τὰ Πειραιέων ἐν ἅπασι τοῖς ἱεροῖς πλὴν
εἴ που αὐτοῖς Πειραιεῦσιν νόμιμόν ἐστ-
ιν εἰσιέναι, ἄλλωι δὲ μή· κατανεῖμαι δὲ α-
ὐτὸν καὶ εἰς τριακάδα ἣν ἂν αὐτὸς βούλη-
ται. εἶναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τῶι
20 θεάτρωι, ὅταμ ποιῶσι Πειραιεῖς τὰ Διον-
ύσια, οὗ καὶ αὐτοῖς Πειραιεῦσι κατανέμ-
εται καὶ εἰσαγέτω αὐτὸν ὁ δήμαρχος εἰς
τὸ θέατρον καθάπερ̣ τοὺς ἱερεῖς καὶ τοὺ-
ς ἄλλους οἷς δέδοται ἡ προεδρία παρὰ Πε-
25 ιρ̣αιέων· τελεῖν δὲ αὐτὸν τὰ αὐτὰ τέλη ἐν
τῶι δήμωι ἅπερ ἂγ καὶ Πειραιεῖς καὶ μὴ ἐ-
γλέγειμ παρ’ αὐτοῦ τὸν δήμαρχον τὸ ἐγκτ-
ητικόν. ἀνειπεῖν δ’ ἐν τῶι θεάτρωι τὸν κή-
ρυκα τραγωιδῶν τῶι ἀγῶνι ὅτι στεφανοῦ-
30 σι Πειραιεῖς Καλλιδάμαντα Καλλιμέδο-
ντος Χολλείδην ἀρετῆς ἕνεκα καὶ εὐνοί-
ας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸ-
ν δῆμον τὸμ Πειραιέων, ὅπως ἂν εἰδῶσι πά-
ντες ὅτι ἐπίστανται Πειραιεῖς χάριτα-
35 ς ἀξίας ἀποδιδόναι τοῖς φιλοτιμουμέν-
οις εἰς αὐτούς. v ἀναγράψαι δὲ τόδε τὸ ψή-
φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τ-
ῶι ἱερῶι τῆς Ἑστίας.  vacat
                coronae
Search Help