Honorific inscription of the Attabokaoi for Tib. Claudius Heras. Marble slab; now lost.
[ ]
Galatia, N. — Pessinous (Ballıhisar) — Sivrihisar — ca. 150-200 AD — MDAI(A) 22 (1897) 38, 23 — IGR III 230 — OGIS 2.540
1 | [— — — — — — — — — — — —]ΙΙ |
[Τιβέριον Κλαύδιον — —]ΙΡΟΥ υἱ- | |
[ὸν] Κ̣υρείνα Ἡρᾶν, δέκατον μετὰ | |
τ̣ὸν ἀρχιερέα, πέμπτον δὲ Γα- | |
5 | λατῶν διὰ βίου ἱερέα Μητρὸς |
Θεῶν μεγάλης τῆς ἐν Πεσ- | |
σιννοῦντι καὶ <Μ>ειδαείῳ, τῶν | |
τε Σεβαστῶν ἑξάκις ἀρχιερέ- | |
α τοῦ κοινοῦ Σεβαστηνῶν Γα- | |
10 | λατῶν καὶ ἀγωνοθέτην, σεβασ- |
τοφάντην τοῦ ναοῦ τοῦ ἐν Πεσ- | |
σινοῦντι ἱερασάμενον πρῶτον, | |
γυμνασιαρχήσαντα καὶ ἐπιδ[ό]- | |
σεις δόντα, ἔπαρχον σπείρης | |
15 | Ἰτουραίων, δὶς χειλίαρχον λεγ̣[ε]- |
ώνων δύο, δωδεκάτης Κεραυν[ο]- | |
φόρου καὶ τρίτης Κυρηναϊκῆς, ὑπ̣[ὸ] | |
τῶν Σεβαστῶν τετειμημέν[ον] | |
δόρατι καθαρῷ καὶ στεφάνῳ τε[ι]- | |
20 | χικῷ, Ἀτταβοκαοὶ οἱ τῶν τῆς̣ |
θεοῦ μυστηρίων μύστ[αι ἐτεί]- | |
μησαν τὸν̣ [— — — — — — —] |