Letters of King Eumenes II and Attalos to the priest Attis. Block of white marble; now lost.
[ ]
Galatia, N. — Pessinous (Ballıhisar) — Sivrihisar — 162-160 BC — SBAW (1860) 184, B — OGIS I 315B — SEG 31.1088
| letter 3.1 | Ε[— — — — — — — —]Ο̣ΙΣΔΕ̣[— —]ΩΤΩ[— —]- |
| δώρωι κα[ὶ τῶι ἀδελ]φῶι ἐληλυθότι π̣[ροσ]- | |
| φάτως ἐπὶ τ[ὸ] σ̣τ̣[ρα]τόπεδον προσαγ̣[α]- | |
| γὼν καὶ τὴν αἵρε[σ]ίν σου ἐμφανίσας ἀπέ- | |
| 5 | λυσ’ αὐτὸν πρὸς σέ. vacat ἔρρωσο. vacat |
| letter 4.6 | Ἄτταλος Ἄττιδι ἱερεῖ χαίρειν· εἰ ἔρρω- |
| σαι, εὖ ἂν ἔχοι· κἀγὼ δὲ ὑγίαινον. Μηνόδω- | |
| ρος, ὃν ἀπεστάλκεις, τήν τε παρὰ σοῦ | |
| ἐπιστολὴν ἀπέδωκέμ μοι, οὖσαν ἐκτε- | |
| 10 | νῆ καὶ φιλικήν, καὶ αὐτὸς ὑπὲρ ὧν ἔφη- |
| σεν ἔχειν τὰς ἐντολὰς διὰ πλειόνων | |
| ἀπελογίσατο. ἀποδεξάμενος οὖν τὴν | |
| παρὰ σοῦ αἵρεσιν διὰ τὸ θεωρεῖν ἐμ παντὶ | |
| καιρῶι σε πρόθυμον ὄντα πρὸς τὰ ἡμέτερα | |
| 15 | πράγματα καὶ αὐτὸς τούτωι ἅπερ ἐνόμιζον |
| ἀναγκαῖον εἰδέναι σε κεκοινολογημένος εἴρη- | |
| κα ἀναγγέλλειν. vacat ἔρρωσο. vacat | |
| letter 5.18 | Ἄτταλος Ἄττιδι ἱερεῖ χαίρειν· εἰ ἔρρωσαι, εὖ |
| ἂν ἔχοι· ὑγίαινον δὲ κἀγώ. Μηνόδωρος ἀπέδω- | |
| 20 | κέ μοι τὴν παρὰ σοῦ ἐπιστολήν, ἐν ἧ<ι> ἐγεγράφεις |
| ὅτι πυθόμενος ἐληλυθέναι τὸν ἀδελφὸν | |
| ἐπὶ τὸ στρατόπεδον τοῖς θεοῖς ἔθυσα[ς ὑπὲρ] | |
| τῆς ἡμ̣έτερας σωτηρίας· ἀπελογ[ίσατο δὲ] | |
| [— — — — — — — — — — — — — — — —] |