Epitaph of Aurelius Syntrophos and family members.  Limestone sarcophagus with cover; inscription on a small side, within a tabula ansata (lines 2-11).
[ ] Lycia, E. — Arykanda — shortly after 212 AD — SEG 44.1158
1 [χαί]ρεται οἱ παράγοντες·
τὴν σωματοθήκην κατέστη-
σεν Αὐρ(ήλιος) Σύντροφος Πίγρητος
Ἀρυ(κανδεὺς) ἑαυτῷ καὶ οἷς προέθαψα Ζωσί-
5 μῃ καὶ Ἀλύπῳ καὶ Χάρᾳ καὶ Ζωσίμῃ
καὶ γυναικὶ Αὐρ(ηλίᾳ) Λιαίνῃ καὶ τέκνοις Αὐρ(ηλίοις)
Ιαμαρᾳ καὶ Συντρόφῳ καὶ Ἱέρακι
καὶ Ἱερατικῷ Πίγρητος φίλῳ, ἄλλῳ δὲ
οὐδενὶ ἐξέστω, οὐδὲ τοῖς προγε-
10 γραμμένοις τέκνοις μου συνχω-
ρῆσαι ἐνθάψαι τινά, ἢ ὁ παρὰ ταῦτα
ποιήσας ἔνοχος ἔσται τυμβωρυχίας
ἐνκλήματι καὶ ὀφειλέσει τῇ πόλει
τῃ Ἀρυκανδέων προστείμου
15                                            𐆖 ͵α.
Search Help
Contact Us