[ ] Att. — stoich. 38 — 313/2
1 ἐπὶ Θεοφράστου ἄρχοντος ἐν τεῖ ἀγορᾶι τεῖ κυρ-
ίαι· ἔδοξεν Αἰξωνεῦσιν, Γλαυκίδης Σωσίππου Αἰ-
ξωνεὺς εἶπεν· ἐψηφίσθαι Αἰξωνεῦσιν, ἐπειδή εἰ-
σιν ἄνδρες ἀγαθοὶ καὶ φιλότιμοι περὶ τὸν δῆμο-
5 ν τὸν Αἰξωνέων Καλλικράτης Γλαύκωνος Αἰξωνε-
ὺς καὶ Ἀριστοκράτης Ἀριστοφάνους Αἰξωνεύς, ἐπαινέσαι  (46)
α̣ὐτοὺς ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τ-
ὸν δῆμον τὸν Αἰξωνέων καὶ στεφανῶσαι αὐτοὺς χ-
ρυσῶι στεφάνωι ἀπὸ πεντακοσίων δραχμῶν ἑκάτ-
10 ερον, τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τοὺς στεφάνου-
S E)K TH=S DIOIKH/SEWS E)K TW=N PERIO/NTWN XRHMA/TWN
τῶν ἐπὶ Θεοφράστου ἄρχοντος, δοῦναι δὲ αὐτοῖς
τὸ ἀργύριον τὸ εἰς τοὺς στεφάνους Ἡγησίλεω τὸ-
N DH/MARXON KAI\ TOU\S TAMI/AS: A)NEIPEI=N DE\ KAI\ *DIO-
15 νυσίων τοῖς κωμωιδοῖς τοῖς Αἰξωνῆσιν ἐν τῶι θ-
εάτρωι, ὅτι στεφανοῖ αὐτοὺς ὁ δῆμος ὁ Αἰξωνέων
ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὸν δῆμο-
ν τὸν Αἰξωνέων καὶ τὰ κοινὰ τὰ Αἰξωνέων. ἀναγρά-
ψαι δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην τὸν δ-
20 ήμαρχον Ἡγησίλεω καὶ τοὺς ταμίας καὶ στῆσαι ἐ-
ν τῶι θεάτρωι Αἰξωνῆσιν.
      corona           corona
Search Help
Contact Us