[ ]
Att. — stoich. 38 — 313/2
1 | ἐπὶ Θεοφράστου ἄρχοντος ἐν τεῖ ἀγορᾶι τεῖ κυρ- |
ίαι· ἔδοξεν Αἰξωνεῦσιν, Γλαυκίδης Σωσίππου Αἰ- | |
ξωνεὺς εἶπεν· ἐψηφίσθαι Αἰξωνεῦσιν, ἐπειδή εἰ- | |
σιν ἄνδρες ἀγαθοὶ καὶ φιλότιμοι περὶ τὸν δῆμο- | |
5 | ν τὸν Αἰξωνέων Καλλικράτης Γλαύκωνος Αἰξωνε- |
ὺς καὶ Ἀριστοκράτης Ἀριστοφάνους Αἰξωνεύς, ἐπαινέσαι (46) | |
α̣ὐτοὺς ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τ- | |
ὸν δῆμον τὸν Αἰξωνέων καὶ στεφανῶσαι αὐτοὺς χ- | |
ρυσῶι στεφάνωι ἀπὸ πεντακοσίων δραχμῶν ἑκάτ- | |
10 | ερον, τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τοὺς στεφάνου- |
ς ἐκ τῆς διοικήσεως ἐκ τῶν περιόντων χρημάτων | |
τῶν ἐπὶ Θεοφράστου ἄρχοντος, δοῦναι δὲ αὐτοῖς | |
τὸ ἀργύριον τὸ εἰς τοὺς στεφάνους Ἡγησίλεω τὸ- | |
ν δήμαρχον καὶ τοὺς ταμίας· ἀνειπεῖν δὲ καὶ Διο- | |
15 | νυσίων τοῖς κωμωιδοῖς τοῖς Αἰξωνῆσιν ἐν τῶι θ- |
εάτρωι, ὅτι στεφανοῖ αὐτοὺς ὁ δῆμος ὁ Αἰξωνέων | |
ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὸν δῆμο- | |
ν τὸν Αἰξωνέων καὶ τὰ κοινὰ τὰ Αἰξωνέων. ἀναγρά- | |
ψαι δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην τὸν δ- | |
20 | ήμαρχον Ἡγησίλεω καὶ τοὺς ταμίας καὶ στῆσαι ἐ- |
ν τῶι θεάτρωι Αἰξωνῆσιν. | |
corona corona |