[ ]
Att. — non-stoich. — c. 325/4
| 1 | Φιλαῖ̣ος Χρέμητος εἶπεν· ἐπειδὴ οἱ |
| λαχόντες ἱεροποιοὶ εἰς τὸ τῆς Ἥβη- | |
| ς ἱερὸν δικαίως καὶ φιλοτίμως ἐπ- | |
| εμ̣ελήθησαν τῆς θυσίας τῆι Ἥβηι κ- | |
| 5 | αὶ τοῖς ἄλλοις θεοῖς οἷς ἔδει αὐτοὺς θ- |
| ῦσαι καὶ λόγον καὶ εὐθύνας δεδώκα- | |
| σ̣ιν, στεφανῶσαι αὐτῶν ἕκαστον θα- | |
| λλοῦ στεφάνωι Ἀντίχαρ[μ]ον Ναύσω- | |
| [ν]ος καὶ Νέαρχον Χαιριγένους, | |
| 10 | Θεόδοτον Αἴσχρωνος, Ἀριστοκλέα |
| Κ̣αλλιφῶντος δικαιοσύνης ἕνεκα κ- | |
| αὶ φιλοτιμίας τῆς εἰς τοὺς δημότα- | |
| ς. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐσ- | |
| τήληι λιθίνηι καὶ στῆσαι εἰς τὸ ἱε- | |
| 15 | ρὸν τῆς Ἥβης τὸν δήμαρχον τὸν μετ- |
| ὰ Νέαι〚η〛χμον {²⁶Νέαιχμον}²⁶ ἄρχοντα. vacat | |
| ἐπαινέσαι δὲ καὶ τοὺς σωφρονιστὰς | |
| καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι | |
| ἕκαστον αὐτῶν Κίμονα, Μεγά%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰- | |
| 20 | ληξιν(?), Πυθόδωρον Πυθέου καὶ τὸν |
| κήρυκα Χαρικλέα φιλοτιμίας ἕν- | |
| εκα τῆς περὶ τὴν παννυχίδα· ἐπαι- | |
| νέσαι δὲ καὶ τὸν ἱερέα τῶν Ἡρακλειδῶ[ν] | |
| Καλλίαν καὶ τὴν ἱέρειαν τῆς Ἥβης καὶ τῆ- | |
| 25 | ς Ἀλκμήνης καὶ τὸν ἄρχοντα Καλλι- |
| σθένην Ναύσωνος καὶ στεφανῶσαι ἕ- | |
| καστον αὐτῶν εὐσεβείας καὶ φιλοτιμί- | |
| ας ἕνεκα τῆς περὶ τοὺς θεούς. ἀναγρ- | |
| άψαι δὲ τόδε τὸ ψήφισμα ἐστήληι λι- | |
| 30 | θίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι τῆς Ἥβης. |
| vacat 0.035 |