[ ]
Att. — stoich. 19 — 326/5 — IG II² 1198 Add. (pt. 1.2 p. 672)
See also:
1 | [Φιλ]οκτήμων Χρέμητο[ς] (18) |
εἶπεν· ἐπειδὴ οἱ χορηγ- | |
οὶ <οἱ> ἐπὶ Χρέμητος ἄρχοντ- | |
ος Δημοκράτης Εὐφιλήτ- | |
5 | ου καὶ Ἡγησίας Λυσιστρ- |
άτου καλῶς καὶ φιλοτίμ- | |
ως ἐχορήγησαν Αἰξωνεῦ- | |
σιν, ἐπαινέσαι αὐτοὺς κ- | |
αὶ στεφανῶσαι χρυσῶι σ- | |
10 | τεφάνωι ἀπὸ 𐅃ΙΙΙ[․]? δραχμῶ- |
ν ἑκάτερον φιλοτιμίας | |
ἕνεκα καὶ ἐπιμελείας τ- | |
ῆς εἰς τοὺς δημότας· δοῦ- | |
ναι δὲ αὐτοῖς καὶ εἰς θυ- | |
15 | [σ]ίαν τὸν δήμαρχον Δωρό- |
[θε]ον καὶ τοὺς ταμίας ∶Δ | |
[δ]ραχμὰς ἀπὸ τῆς προσόδ- | |
ου τῶν δημοτῶν. ἀναγράψ- | |
αι δὲ τ[ό]δε τὸ ψήφισμα τὸ- | |
20 | ν δήμαρχον Δωρόθεον εἰ- |
ς στήλην [λ]ιθίνην καὶ στ- | |
ῆσαι εἰς τ[ὸ] θέατρον, ὅπω- | |
ς ἂν εἰδῶσιν οἱ ἀεὶ μέλλ- | |
οντες χορηγεῖν Αἰξωνε- | |
25 | ῦσι ὅτι τιμήσει αὐτοὺς |
ὁ δῆμος ὁ Αἰξωνέων τοὺς | |
εἰς ἑαυτοὺς φιλοτιμου- | |
[μ]ένους. vacat | |
vacat |