Alphabetical oracle.  Inscription in a rock-cut field shaped to represent a pedimental stele.
[ ] Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — Anbarcık: Ballık — 2nd/3rd c. AD — EA 28 (1997) 41-49 — EA 29 (1997) 127-128 — SEG 47.1808
a, pediment [— — — — — — — — (?) — — — — — — — —]
ΤΙΚΟϹΕΝ̣[— — — — —]Τ̣ΟΑ̣[— — — — — —]
[—]ΟΘΕ[— — — — — —]Ι̣ΤΙΩΙΛ̣ΩΛ̣Ι[— — —]
․ΕΚ̣ΚΟ[— — — — — —]Ο̣Ϲ̣ΗΤΙΠΟ̣Ν̣Ι̣[— — —]
[—]Ε̣[— —]Ι̣Ο̣[— — — — — — — — — — — —]
b, panel.1 vacat ἅπ[αντα πρά]ξις ε̣ὐστοχῶς· θεὸς̣ [λέγει].
βραχὺ περίμεινον, καιρὸς γὰρ οὐκ ἔστ̣[ι] σοι.
γῆ σοι τέλειον καρπὸν ἀποδώσει πόνων.
δεινῶν ἀπόσχου πραγμάτων, μή τι καὶ β̣λ̣α̣βῇ[ς].
5 ἐρᾷς δικαίων ἐγ γάμων λαβεῖν σποράν.
ζάλην μεγίστην φεῦγε, μή τι καὶ βλ<α>β̣ῇς.
ἥλιός σ’ εἰσορᾷ· ὁ λανπρ̣ὸς θεὸς τὰ πάντ̣α ὁρ[ᾷ].
θεοὺς ἀ̣ρωγοὺς καὶ παραστάτας ἔχεις.
ἱδρῶτές εἰσιν, πλὴν ἁπάντων περιέσῃ.
10 [κ]ύμασ̣ι μάχεσθε χαλεπόν· ἀλλὰ ἀνάμει̣ν̣[ον βραχύ].
λύπης π̣έπαυσε, προσδέχου λοιπὸν χ[α]ράν.
μάτην ἐπείγῃ̣· μὴ τάχ̣υ̣ν’, οὐ {ου} συμ̣φ̣έρε[ι].
<⁶¹νῦν εἰς ἄγρ̣αν ὁ και>⁶¹ρὸς ἁ̣ρ̣μόζων ἔφ̣υ.
ξ̣ανθ̣ῆ<ς> σε Δηοῦς καρπὸς ὥριμος {μος} μ̣[ένει].
15 οὔκ ἐστι μὴ σπείρ̣αντα θερίσαι κάρπι̣μ̣α̣.
πολλοὺς ἀγῶνας δ<ι>ανύσας̣ λήμψ̣ῃ̣ σ̣τέ[φος].
ῥᾷον διάξεις βραχὺν̣ μείνας χ̣ρόνον̣.
σαφ̣ῶς ὁ Φ̣οῖβος ἐννέπι· μεῖνον, ξ̣[έ]νε.
τῶν v νῦν παρουσῶ̣ν Ν̣ΡΟΟ[— — —]
20 ὑμὴν ὅδε ο[ὐ] σό̣[ς ἐ]στι· μ̣[ὴ μάτην πόνει].
φύτευε· Δ̣ηὼ πάντα γ̣ὰ̣[ρ θρέψ]ε̣ι κ[αλῶς].
[χαί]ρων ἐπείγου· Ζε̣ὺς τά̣[δ’ αὐτὸ]ς ἐν[νέ]π̣ε̣[ι].
[ψῆφ]ον̣ δι̣[κ]αίαν τήνδε̣ [παρὰ θεῶν ἔχει]ς.
[ὠμὴ]ν̣ [ὀ]πώ̣ραν μὴ λάβ[ῃς, οὐ χρήσιμον].
Search Help