Provisions concerning the gymnasiarchy founded by Q. Veranius Philagros.  Two blocks built into the back wall of the diazoma of the theater.
[ ] Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — 72/73 AD — AICA 24 (1852) 174-176, II-III — B. Laum, Stiftungen 2 (1914) 129, 162 B-C
block a.1 ἐά[ν] τινες τὴν αἰώνιον [γ]υμν[ασ]ιαρ̣χ̣ί̣α̣ν̣ θ̣ε̣λή̣σωσιν κ̣α̣τα̣λύ̣-
ειν̣ καὶ τὰ χρήματα αὐτῆς ἐλαττοῦν, v ἐν̣α̣γ̣εῖς ἔσ[τωσα]ν καὶ
ἀλ̣ε̣ι̣τ̣ή̣ριοι τῶν τε Σεβαστῶν καὶ <τῆς> συνκλήτου καὶ τῆς πατρί-
δος καὶ τῶν ἐν ταύτηι ἱερῶν καὶ θεῶν καὶ αὐτοὶ καὶ γενεαὶ αὐ-
5 τῶ[ν]. ὀμνύτωσαν δὲ καθ’ ἕκαστον ἐνιαυτὸν οἱ ἔφ̣ηβοι
ἐν τῶι γυμνασίωι τὸν πάτριον ὅρκον συνφυλάξειν τὴν
γυμνασιαρχίαν καὶ πάντας τοὺς πόρους αὐτῆς. v ὀμνύ-
τω δὲ καὶ ὁ δῆμος ἐν τῆι τῶν κατευχῶν ἡμέραι διὰ τῶν
ἀρχόντων καὶ τοῦ γραμματέ[ω]ς τοῦ δήμου ὡς ὑπὲρ σω-
10 τηριωδεστάτου πράγματος τηρήσειν τὴν γυμνασι-
αρχίαν ταύτην καὶ τὰ χρήματα αὐτῆς. ἐὰν δέ ποτε
καθ’ ὃν δήποτε οὖν τρόπον καταλυθῇ ἡ γυμνασιαρχί-
α, ὑπεύθυνος ἔστω ὁ δῆμος τῶι αὐτοκράτορι καὶ τῆι
συνκλήτωι εἰς τὸ ἀποκαταστῆσαι τὴν γυμνασιαρ-
15 χίαν παρ’ ἑαυτοῦ καὶ τοὺς πόρους αὐτῆς
block b.16 ταῖς τειμαῖ[ς τῶ]ν Σεβαστῶν καὶ τ[ῆ]ς συνκλ[ή]-
του, v ὥστε μένειν τὴν γυμνασιαρχίαν ἐν
τῆι πόλει δι’ αἰῶνος, καθὼς ἔταξεν Κοΐντος
Οὐηράνιος Φίλαγρος. vac. ἐὰν δέ τινες γυμνα-
20 σιαρχῆσαι θελήσωσιν ἐκ τῶν ἰδίων ἀναλω-
μάτων, vac. τὴν πρόσοδον τῶν τεσσαράκον-
τα μυριάδων πρασσέτω ὁ δῆμος μετὰ τῶν
γυμνασιάρχων v καὶ ἐξ αὐτῆς ἀγοραζέτω
κτήσεις σειτοφόρους· v εἰς ἄλλο δὲ μ[η]-
25 δὲν [ἐ]ξέστω καταχρῆσθαι τῆι προσόδω̣ι̣
[τα]ύτῃ, vac. ὡς περὶ τούτου τῶι αὐτοκράτο-
ρι καὶ τῆι συνκλήτωι λόγου ἀποδοθησομέ[νου]·
[τὰ]ς δὲ κ[τή]σεις καλεῖσθαι ταύτας γυμνασ-
[ια]ρ̣χικὰς Φιλαγριανάς.
Search Help
Contact Us