Honorific inscription for Q. Veranius Philagros. Statue base built into the back wall of the diazoma of the theater.
[ ]
Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — shortly after 72/73 AD?
1 | [ἡ Σιμόρκο]υ υἱ[οῦ Σιμόρκ]ου φυλὴ ἐτείμησεν |
Κοΐντον Οὐηράνιον Τρωίλου υἱὸν Κλουστουμείνᾳ Φίλαγρον | |
ἱερέα Ἀρετῆς, γυμνασίαρχον ἐπὶ ἔτη δεκάδυο, ἃ ἐγυμνα- | |
σιάρχησεν αὐτὸς ζῶν, vacat ἐχαρίσατο δὲ τῆι πόλει καὶ | |
5 | εἰς τὴν μετὰ ταῦτα γυμνασιαρχίαν τὴν αἰώνιον |
μυριάδας δραχμῶν Ῥοδίων τεσσαράκοντα, ὡς γυμνασι- | |
αρχεῖσθαι ἐκ τῶν τόκων· vac. ἡ δὲ αἰώνιος γυμνασιαρχία | |
ἤρξατο vac. ἔτους ἐνάτου τεσσαρακοστοῦ τῆς κτίσεως, | |
vacat ζῶντος τοῦ Φιλάγρου· vacat | |
10 | τοῦ Ῥωμαϊκοῦ δηναρίου ἰσχύοντος ἀσσάρια δεκαὲξ |
ἡ Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύραι | |
ἀσσάρια δέκα, v ἐν ἧι δραχμῆι Ῥοδίαι δέδοται ἡ δωρεά. |