Honorific inscription for Q. Veranius Philagros. Statue base built into the back wall of the diazoma of the theater.
[ ]
Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — shortly after 72/73 AD? — E. Petersen - F. v. Luschan, Reisen in Lykien II (1889) 187, 245 (ll. 1, 13-14)
1 | ἡ Καλλικλέους Σιμόρκου φυλὴ ἐ̣τ̣ε̣ί̣μησεν |
Κοΐντον Οὐηράνιον Τρωίλου υἱὸν Κλουστουμείνᾳ | |
Φίλαγρον #⁵⁶ ἱερέα Ἀρετῆς, γυμνασίαρχον ἐπὶ ἔτη | |
δεκάδυο #⁵⁶, ἃ ἐγυμνασιάρχησεν αὐτὸς ζῶν, | |
5 | ἐχαρίσατο δὲ τῆι πόλει καὶ εἰς τὴν μετὰ ταῦτα γυμνασιαρ- |
χίαν τὴν αἰώνιον vac. μυριάδας δραχμῶν Ῥοδίων τεσαράκον- | |
τα, ὡς γυμνασιαρχεῖσθαι ἐκ τῶν τόκων· #⁵⁶ ἡ δὲ αἰώνιος | |
γυμνασιαρχία ἤρξατο v ἔτους ἐνάτου τεσσαρακοστοῦ | |
τῆς κτίσεως, vacat #⁵⁶ ζῶντος τοῦ Φιλάγρου· #⁵⁶ vacat | |
10 | τοῦ Ῥωμαϊκοῦ δηναρίου ἰσχύοντος ἀσσάρια δεκαὲξ |
ἡ Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύραι ἀσσάρια | |
δέκα, vac. ἐν ἧι δραχμῆι Ῥοδίαι δέδοται ἡ δωρεά. | |
ἐπιμεληθέντος τῆς ἀναστάσεως τοῦ ἀνδριάντος | |
Καλλικλέους Τιβερίου Σιμόρκου υἱοῦ. |