Honorific inscription for Q. Veranius Philagros.  Statue base built into the back wall of the diazoma of the theater.
[ ] Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — shortly after 72/73 AD? — E. Petersen - F. v. Luschan, Reisen in Lykien II (1889) 187, 243 (ll. 1, 15-16)
1        ἡ Πλ̣ά̣τ[ωνος Καλλικ]λ̣έ̣ο[υ]ς φυλὴ ἐτ̣ε̣ί̣μ̣ησεν
Κοΐντον Ο̣[ὐηράνιο]ν̣ Τρωίλου̣ υ̣ἱὸν Κλουστουμείνᾳ
Φίλαγρον̣ ἱερέα Ἀρετῆς, #⁵⁶ γυμνασίαρχον ἐπὶ ἔτη
  δεκάδυο, ἃ ἐγυμνασιάρχησεν αὐτὸς ζῶν, #⁵⁶
5  ἐχαρίσατο δὲ τῇ πόλει καὶ εἰς τὴν μετὰ ταῦτα
  γυμνασιαρχίαν τὴν αἰώνιον #⁵⁶ μυριάδας δραχμῶν
  Ῥοδίων τεσσαράκοντα, ὡς γυμνασιαρχεῖσθαι
  ἐκ τῶν τόκων· #⁵⁶ ἡ δὲ αἰώνιος γυμνασιαρχία
ἤρξατο v ἔτους ἐνάτου τεσσαρακοστοῦ τῆς
10   κτίσεως, vacat ζῶντος τοῦ Φιλάγρου· #⁵⁶ vacat
  τοῦ Ῥωμαϊκοῦ δηναρίου ἰσχύοντος ἀσσάρια δεκαὲξ
  ἡ Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύρα
  ἀσσάρια δέκα, vac. ἐν ἧι #⁵⁶ δραχμῆι Ῥοδίαι δέδοται
vacat                                         ἡ δωρεά. vacat
15
ἐπιμεληθέντος τῆς ἀναστάσεως Πλάτωνος Καλλικλέ-
                                    ους.
Search Help
Contact Us