Honorific inscription for Q. Veranius Philagros. Statue base built into the back wall of the diazoma of the theater.
[ ]
Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — shortly after 72/73 AD? — CIG 4380a (Add.) — LBW 3.1213A
1 | [ὁ Κιβ]υρατῶν δῆμος, ἡ Ἐ̣[πρίου] Πανκράτου φυλὴ ἐτείμησεν |
Κοΐντον Οὐηράνιον Τρωΐλου υἱὸν Κλουστουμείνᾳ | |
Φίλαγρον #⁵⁶ ἱερέα Ἀρετῆς, γυμνασίαρχον ἐπὶ ἔτη | |
δεκάδυο, ἃ ἐγυμνασιάρχησεν αὐτὸς ζῶν, | |
5 | ἐχαρίσατο δὲ τῆι πόλει καὶ εἰς τὴν μετὰ ταῦτα |
γυμνασιαρχίαν τὴν αἰώνιον μυριάδας δραχμῶν | |
Ῥοδίων τεσσαράκοντα, ὡς γυμνασιαρχεῖσθαι | |
ἐκ τῶν τόκων· #⁵⁶ ἡ δὲ αἰώνιος γυμνασιαρχία ἤρξατο | |
ἔτους ἐνάτου τεσσαρακοστοῦ τῆς κτίσεως, | |
10 | vacat ζῶντος τοῦ Φιλάγρου· vacat |
τοῦ Ῥωμαϊκοῦ δηναρίου ἰσχύοντος ἀσσάρια δεκαὲξ | |
ἡ Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύραι | |
ἀσσάρια δέκα, v ἐν ἧι δραχμῆι Ῥοδίαι δέδοται ἡ δωρεά. |