Honorific inscription for Q. Veranius Philagros.  Statue base built into the back wall of the diazoma of the theater.
[ ] Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — shortly after 72/73 AD? — CIG 4380a (Add.) — LBW 3.1213A
1 [ὁ Κιβ]υρατῶν δῆμος, ἡ Ἐ̣[πρίου] Πανκράτου φυλὴ ἐτείμησεν
             Κοΐντον Οὐηράνιον Τρωΐλου υἱὸν Κλουστουμείνᾳ
            Φίλαγρον #⁵⁶ ἱερέα Ἀρετῆς, γυμνασίαρχον ἐπὶ ἔτη
             δεκάδυο, ἃ ἐγυμνασιάρχησεν αὐτὸς ζῶν,
5              ἐχαρίσατο δὲ τῆι πόλει καὶ εἰς τὴν μετὰ ταῦτα
             γυμνασιαρχίαν τὴν αἰώνιον μυριάδας δραχμῶν
             Ῥοδίων τεσσαράκοντα, ὡς γυμνασιαρχεῖσθαι
              ἐκ τῶν τόκων· #⁵⁶ ἡ δὲ αἰώνιος γυμνασιαρχία ἤρξατο
            ἔτους ἐνάτου τεσσαρακοστοῦ τῆς κτίσεως,
10               3vacat ζῶντος τοῦ Φιλάγρου· vacat
              τοῦ Ῥωμαϊκοῦ δηναρίου ἰσχύοντος ἀσσάρια δεκαὲξ
              ἡ Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύραι
              ἀσσάρια δέκα, v ἐν ἧι δραχμῆι Ῥοδίαι δέδοται ἡ δωρεά.
Search Help
Contact Us