Honorific inscription for Q. Veranius Philagros.  Block built into the back wall of the diazoma of the theater.
[ ] Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — mid-1st c. AD? — LBW 3.1212 — IGR IV 914 — SEG 32.1306
1 [ὁ δῆμος ἐτείμησεν] Κ̣οΐντον Οὐηράνιον Τρωΐλου υἱὸν Κλουσ̣τ̣ουμ̣ε̣ί̣ν̣[ᾳ]
[Φίλαγρ]ο̣ν ἱερέα Ἀρ̣ετῆς διὰ β̣ίου, v πρεσβεύσαντα δωρεὰν τετ̣ρ̣[ά]-
[κις] πρὸς τοὺς Σεβαστοὺς [εἰς Ῥώ]μην καὶ περὶ μεγάλων πραγμάτων̣
ἐπιτυχόντα, v καὶ ἐγδικήσαντα δημοσίας ὑποθέσεις πολλὰς καὶ με̣γάλα̣[ς],
5 ἐξ ὧν ἱκανὸν ἀργύριον ἐχώρησεν εἰς τὸν κ̣τισμὸν τῆς πόλεως, v καὶ δημοσίους δούλους
ἐγ<⁶¹νεικήσαντα1 ἑκατὸν ἑπτὰ καὶ κτῆσιν Κομ[․․]ρα, vac. καὶ ἱερέα γενόμενον Καί-
σαρος Σεβαστοῦ καὶ ἐπιδόντα τῇ πόλει ἐπὶ ἱκανὰ ἔτη διαδόματος εἰς εὐωχίαν
Καισαρε̣ίων δραχμὰς Ῥοδίας πεντάκις μυρίας τετρ̣άκις χειλίας, v καὶ δανείου δέκα
μυριάδας Ῥοδίας χαρισάμενον, οἷς ὁ δῆμος ἠθέλησεν, v καὶ καταλύσαν-
10 τα συνωμοσίαν μεγάλην τὰ μέγιστα λυποῦσαν τὴν πόλιν· v ἃ δὲ ἦν ἀνανκαι-
ότατα τῶν ἐν ταῖς πρεσβείαις ἐπιτευχθέντων, ᾐτημένον ἀπὸ Τιβερίου Κλαυ-
δίου Καίσαρος ἀπεσκευάσθαι Τιβέριον Νεικηφόρον πράσοντα τὴν πόλιν
καθ’ ἕκαστον ἔτος δηνάρια τρισχείλια καὶ λαμβάνοντα, vac. καὶ τὴν τοῦ σείτου
πρᾶσιν γείνεσθαι ἐν τῇ ἀγορᾷ κατὰ ζεῦγος μοδίων ἑβδομήκοντα πέντε
15 ἐκ πάσης τῆς χώρας, ἐφ’ οἷς ἡ πόλις ἔδωκεν αὐτῷ τὰς ἀριστέως τειμάς.
Search Help