Honorific inscription for Q. Veranius Philagros. Block built into the back wall of the diazoma of the theater.
[ ]
Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — mid-1st c. AD? — LBW 3.1212 — IGR IV 914 — SEG 32.1306
1 | [ὁ δῆμος ἐτείμησεν] Κ̣οΐντον Οὐηράνιον Τρωΐλου υἱὸν Κλουσ̣τ̣ουμ̣ε̣ί̣ν̣[ᾳ] |
[Φίλαγρ]ο̣ν ἱερέα Ἀρ̣ετῆς διὰ β̣ίου, v πρεσβεύσαντα δωρεὰν τετ̣ρ̣[ά]- | |
[κις] πρὸς τοὺς Σεβαστοὺς [εἰς Ῥώ]μην καὶ περὶ μεγάλων πραγμάτων̣ | |
ἐπιτυχόντα, v καὶ ἐγδικήσαντα δημοσίας ὑποθέσεις πολλὰς καὶ με̣γάλα̣[ς], | |
5 | ἐξ ὧν ἱκανὸν ἀργύριον ἐχώρησεν εἰς τὸν κ̣τισμὸν τῆς πόλεως, v καὶ δημοσίους δούλους |
ἐγ<⁶¹νεικήσαντα>⁶¹ ἑκατὸν ἑπτὰ καὶ κτῆσιν Κομ[․․]ρα, vac. καὶ ἱερέα γενόμενον Καί- | |
σαρος Σεβαστοῦ καὶ ἐπιδόντα τῇ πόλει ἐπὶ ἱκανὰ ἔτη διαδόματος εἰς εὐωχίαν | |
Καισαρε̣ίων δραχμὰς Ῥοδίας πεντάκις μυρίας τετρ̣άκις χειλίας, v καὶ δανείου δέκα | |
μυριάδας Ῥοδίας χαρισάμενον, οἷς ὁ δῆμος ἠθέλησεν, v καὶ καταλύσαν- | |
10 | τα συνωμοσίαν μεγάλην τὰ μέγιστα λυποῦσαν τὴν πόλιν· v ἃ δὲ ἦν ἀνανκαι- |
ότατα τῶν ἐν ταῖς πρεσβείαις ἐπιτευχθέντων, ᾐτημένον ἀπὸ Τιβερίου Κλαυ- | |
δίου Καίσαρος ἀπεσκευάσθαι Τιβέριον Νεικηφόρον πράσοντα τὴν πόλιν | |
καθ’ ἕκαστον ἔτος δηνάρια τρισχείλια καὶ λαμβάνοντα, vac. καὶ τὴν τοῦ σείτου | |
πρᾶσιν γείνεσθαι ἐν τῇ ἀγορᾷ κατὰ ζεῦγος μοδίων ἑβδομήκοντα πέντε | |
15 | ἐκ πάσης τῆς χώρας, ἐφ’ οἷς ἡ πόλις ἔδωκεν αὐτῷ τὰς ἀριστέως τειμάς. |