Treaty between Rome and Kibyra.  Architectural block of white limestone.
[ ] Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — shortly after 167 BC or ca. 155 BC — OGIS 2.762
[— — — — — — — — — — — — — — — — — — ἐξῆι τῶι δή]-
[μ]ωι τ̣ῶ̣ι̣ [Ῥ]ω̣μα[ί]ω̣[ν] π̣[οι]εῖν. ἐ̣ὰν δέ τ̣ις πρότερος πόλε-
μον ἐπιφέρηι τῶι δήμωι τῶι Ῥωμαίων ἢ τὰς συν-
QH/KAS PARABH=|, TO/TE O( DH=MOS O( TW=N *KIBURATW=N TW=I?
δήμωι τῶι Ῥωμαίων βοηθείτω κατὰ τὸ εὔκαιρον, ὃ
5 ἂ̣ν ἐκ τῶν συνθηκῶν καὶ ὅρκων ἐξῆι Κιβυρατῶν τῶι
δήμωι ποιεῖν. καὶ ἐάν τι πρὸς ταύτας τὰς συνθήκας
ὁ δῆμος ὁ Ῥωμαίων καὶ ὁ δῆμος ὁ Κιβυρατῶν κοινῆι
βουλῆι προσθεῖναι ἢ ἐξελεῖν βούλωνται, κοινῆι βουλῆι δη-
μοσίαι ἑκατέρων θελόντων ἐξ%⁸¹έστω. ἃ δ[ὲ]
10 ἂν προστιθῶσιν ἐν ταῖς vacat συνθήκαις, ἐνέστ̣[ω]
ἐν ταῖς συνθήκαις· ἃ δὲ ἂν ἀφέλ[ω]σιν τῶν συνθ[η]-
κῶν, ἐκτὸς ἔστω. ταύτας δὲ τὰς συνθήκας εἰς χ[άλ]-
κωμα ἀναγραψάτωσαν καὶ ἀναθέτωσαν ἐμ μ̣[ὲν]
Ῥώμηι ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Καπετωλίου, ἐν δὲ [Κιβύραι]
15 ἐπὶ τῆς βάσεως τῆς Ῥώμης, ἣν ἐψηφίσαντο χρυσ̣[ῆν].
Search Help
Contact Us