Treaty between Rome and Kibyra. Architectural block of white limestone.
[ ]
Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — shortly after 167 BC or ca. 155 BC — OGIS 2.762
[— — — — — — — — — — — — — — — — — — ἐξῆι τῶι δή]- | |
[μ]ωι τ̣ῶ̣ι̣ [Ῥ]ω̣μα[ί]ω̣[ν] π̣[οι]εῖν. ἐ̣ὰν δέ τ̣ις πρότερος πόλε- | |
μον ἐπιφέρηι τῶι δήμωι τῶι Ῥωμαίων ἢ τὰς συν- | |
θήκας παραβῇ, τότε ὁ δῆμος ὁ τῶν Κιβυρατῶν τῶι̣ | |
δήμωι τῶι Ῥωμαίων βοηθείτω κατὰ τὸ εὔκαιρον, ὃ | |
5 | ἂ̣ν ἐκ τῶν συνθηκῶν καὶ ὅρκων ἐξῆι Κιβυρατῶν τῶι |
δήμωι ποιεῖν. καὶ ἐάν τι πρὸς ταύτας τὰς συνθήκας | |
ὁ δῆμος ὁ Ῥωμαίων καὶ ὁ δῆμος ὁ Κιβυρατῶν κοινῆι | |
βουλῆι προσθεῖναι ἢ ἐξελεῖν βούλωνται, κοινῆι βουλῆι δη- | |
μοσίαι ἑκατέρων θελόντων ἐξ%⁸¹έστω. ἃ δ[ὲ] | |
10 | ἂν προστιθῶσιν ἐν ταῖς vacat συνθήκαις, ἐνέστ̣[ω] |
ἐν ταῖς συνθήκαις· ἃ δὲ ἂν ἀφέλ[ω]σιν τῶν συνθ[η]- | |
κῶν, ἐκτὸς ἔστω. ταύτας δὲ τὰς συνθήκας εἰς χ[άλ]- | |
κωμα ἀναγραψάτωσαν καὶ ἀναθέτωσαν ἐμ μ̣[ὲν] | |
Ῥώμηι ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Καπετωλίου, ἐν δὲ [Κιβύραι] | |
15 | ἐπὶ τῆς βάσεως τῆς Ῥώμης, ἣν ἐψηφίσαντο χρυσ̣[ῆν]. |