[ ] Att. — stoich. 27 — fin. s. IV a.
1 Τιμοκήδης Γνάθιδος εἶπεν· ἐπε[ιδ]-
ὴ Σμικυθίων ὁ περιπόλαρχος ἀ[ν][ρ]
ἀγαθός ἐστι περὶ τὸν δῆμον τὸν Ἐλ-
ευσινίων καὶ αὐτός τε αὑτὸν ἔταξ-
5 εν Ἐλευσῖνάδε καὶ τοὺς στρατιώτ-
ας τοὺς μεθ’ ἑαυτοῦ καὶ ἔπραττεν π-
ρός τε τοὺς στρατηγοὺς καὶ τὸν δῆ-
[μ]ον ὅπως φυλακὴ ἱκανὴ ἔλθοι Ἐλευ-
[σῖ]νάδε καὶ τῶν ἄλλων ὅσων ἐδεῖτο
10 [εἰς φ]υλακὴν Ἐλευσῖνος, ἐψηφίσθα-
[ι Ἐλευσιν][ο]ις ἐ[παινέσαι Σμι]κυθ-
[ίωνα ․․․8․․․․ Κεφαλ]ῆθ[εν καὶ στε]-
[φανῶσαι χρυσ]ῶι στεφάνωι· ἀ[νειπε]-
ῖν δὲ καὶ τὸν δήμαρχον τὸν μετὰ Ἴσ-
15 αρχον δ̣η̣μ̣α̣ρ[χο]ῦντα Διονυσίοις ἐ-
ν τοῖς τραγωιδοῖς ὅτι ὁ δῆμος ὁ Ἐλ-
[ευ]σι[νί]ων στεφανοῖ Σμικυθίωνα.
[․․․7․․․ Κε]φα[λῆ]θεν τῶιδε τῶ[ι] στε-
[φάνωι] ἀρετῆς ἕνεκα καδικαιοσύ-
20 [νης] τῆς εἰς τὸν δῆμον τὸν Ἐλευσιν-
[ίων· ε]ἶναι δὲ αὐτῶι καὶ προεδρίαν,
[καὶ] καλεῖν τὸν δήμαρχον αὐτὸν τὸ-
[ν ἀεὶ] δημαρχοῦντα καθάπερ καὶ το-
[ὺς ἄλλ]ου[ς] οἷς δ̣έδοται ἡ προεδρία·
25 [ὅπως δ’][ν] καὶ εἰδῶσιν πάντες ὅτι ὁ
[δ]ῆμος ὁ Ἐ[λ]ευσινίων ἀποδίδωσι χά-
[ρ]ιτας το[ῖ]ς [εὖ] ποιοῦσιν αὐτόν, ἀνα-
[γ]ράψαι δὲ τόδε τὸ ψήφισμα τὸν δήμ-
[αρχ]ον Ἴσαρχον ἐν στήλει [λ]ιθίνει
30 [κα][σ]τῆσαι ὅπου ἂν δο[κ]εῖ ἐν καλλί-
[στ]ωι εἶναι.
Search Help